Ancient Greek · ~12 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.1-3
Not analysed yet
Εἶτα ὁ σωτὴρ ἐπὶ τούτοις ἀπὸ τῆς γραφῆς αὐτοὺς δυσωπεῖ, νομίζοντας εἶναι καὶ οἰκοδόμους τοῦ λαου, ὅτι λίθον αὐτὸν ὄντα καὶ ἀποδοκιμασθέντα ἀπ᾿ αὐτῶν ὁ πατὴρ θήσει τῆς ὅλης οἰκοδομῆς κεφαλήν, συνέχοντα δύο γωνίας παλαιᾶς καὶ καινῆς διαθήκης καὶ δύο λαῶν οἰκοδομάς. τοιοῦτον γάρ ἐστι τὸ οὐδέποτε ἀνέγνωτε ἐν τοῖς γραφαῖς· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυριου εγενετο αυτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; κεῖται δέ ἡ λέξις ἐν τῷ ἑκατοστῷ ἑπτακαιδεκάτῳ Ψαλμῷ, ὅς ἐστι πρὸ τοῦ πολυστιχωτάτου Ψαλμοῦ τεταγμένος, καὶ ἔχει οὕτως τὸ ῥητόν· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας · παρὰ γυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. αὕτη ἡ ἡμέρα ἣν ἐποίησεν ὁ κύριος, ἀγαλλιασώμεθα καὶ εὐφρανθῶμεν ἐν αὐτῇ«. καὶ εἴ τι ἄλλο τῶν περὶ Χριστοῦ προφητευομένων δύναται δυσωπῆσαι τὸν ἀγνωμόνως ἐξετάζοντα τὰ γεγραμμένα, καὶ τοῦτο ἐν αὐτοῖς ἂν ταχθείη. εἰ εἰ μὴ περὶ λίθου ὁ προφήτης ἀναισθήτου ταῦτα λέγει, ὡς εἴποι τις ἂν ἠλίθιος ἀνήρ, δῆλον ἂν εἴη ὅτι ὁ ἀποδεδοκιμασμένος ὑπὸ τῶν ἐν τῷ λαῷ ἐκείνῳ σοφῶν καὶ ἀρχιερέων καὶ πρεσβυτέρων καὶ γραμματέων Ἰησοῦς, οὗτος ἀληθῶν ἐγένετο ὡς κεφαλὴ ἐκκλησίας εἰς κεφαλὴν γο)νίας, ἑνῶν καὶ ἐπὶ τὸ αὐτὸ συνάγων τὰς δύο διαθήκας. καὶ ἔστιν αὕτη ἡ κεφαλὴ δῶρον παρὰ κυρίου τῇ ὅλη οἰκοδομῇ δεδο. μένη καὶ θαυμαστὴ κεφαλὴ ἐν ὀφθαλμοῖς ἡμῶν, δυναμένων αὐτὴν βλέπειν. καὶ τοῦτο, τοῦτο, ἐπεὶ ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες τοῦτον θον, ἤρθη μέν ἀπὸ τῶν γεωργῶν ἐκείνων καὶ τῶν οἰκοδόμων ἐκείνων »τὰ λόγια τοῦ θεοῦ«, ἐν οἷς ἦν ἡ βασιλεία τοῦ θεοῦ ἐδόθη δὲ ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. εἰ δὲ ἀληθὲς τὸ <ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ> δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, δηλονότι οὐδενὶ τῶν μὴ ποιούντων τοὺς καρποὺς τῆς τοῦ θεοῦ βασιλείας δίδοται ἡ τοῦ θεοῦ βασιλεία· οὐδενὶ γὰρ βασιλευομένῳ ὑπὸ τῆς ἁμαρτίας δίδοται ἡ τοῦ θεοῦ βασιλεία. Ἀλλ᾿ ἐρεῖ τις πῶς, εἰ μηδενὶ δίδοται ἡ τοῦ θεοῦ βασιλεία τῷ μὴ ποιοῦντι τοὺς καρποὺς αὐτῆς, ἐδόθη ἐκείνοις ἡ τοῦ θεοῦ βασιλεία ἀφ᾿ ὧν ἤρθη, κατὰ τὸ εἰρημένον· ἀρθήσεται ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ; καὶ πρόσχες εἰ δυνάμεθα, ὡς ἐν τηλικαύτῃ δυσχερείᾳ ὄντες οὐ πάνυ τι εὐαποδότου προβλήματος, ἐπιστήσαντες τῇ διαφορᾷ τῶν εἰρημένων περὶ τοῦ ἀμπελῶνος πρότερον καὶ περὶ τῆς βασιλείας τοῦ θεοῦ δεύτερον, ἐπιλύσασθαι τὸ ζητούμενον. οὐκ εἴρηται δὴ περὶ τοῦ ἀμπελῶνος ὅπερ εἴρηται περὶ τῆς βασιλείας τοῦ θεοῦ. περὶ μὲν γὰρ τοῦ ἀμπελῶνος κατὰ τὸ πρότερον γέγραπται ὅτι ἐξέδοτο αὐτὸν γεωργοῖς . περὶ δὲ τῆς βασιλείας τοῦ θεοῦ ὅτι δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. ἦν δ’ ἂν ἄλυτον τὸ κατὰ τὸν τόπον εἰ, ὥσπερ ἐξέδοτο αὐτὸν γεωργοῖς γεγραμμένον >ἐπὶ τοῦ προτέρου, οὕτως εἴρητο καὶ περὶ τοῦ δευτέρου •ἐκδοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, καὶ εἰ, ὥσπερ εἴρηται περὶ τῶν δευτέρων ’καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς, εἴρητο καὶ περὶ τῶν προτέρων ὅτι ἔδωκεν αὐτὸν γε γεωρηοῖς. καὶ ταῦτα μέν ἡμεῖς εἰς τὸν τόπον ἐπηπορήσαμεν καὶ τὸ φανέν ἡμῖν εἰρήκαμεν· ὁ δέ βέλτιον δυνάμενος καὶ νοεῖν καὶ λέγειν, ἐκεῖνος ἡμῶν μἀλλον ἀκουέσθω.