Ancient Greek · ~5 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 10-2
Not analysed yet
Ἑξῆς ἐστιν ἐν τῇ παραβολῇ ὅτι πάλιν ἀπέστειλεν ἄλλους δούλους Πλείονας τῶν πρώτων καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. πλήρης δέ ἡ γραφή ἐστι τῶν συμβεβηκότων τοῖς προφήταις, οὓς ἀπέστειλεν ὑπέρ τοῦ λαοῦ, ἵνα τὸν καρπὸν αὐτῶν ἀναφέρωσιν ὡς ἅγιοι ἱερεῖς τῷ θεῷ διὰ τῶν εὐχῶν. ὕστερον δέ ἀπέστειλε τὸν υἱὸν αὐτοῦ μετὰ τοὺς προφήτας τὸν Χριστόν. ζητήσεις δέ, πῶς ὁ ἀποστέλλων τὸν υἱὸν λέγει μέν· ἐντραπήσονται τόν υἱόν μου, ὡς οὐ προκατα- λαβὼν δἐ τὸ μέλλον αὐτῷ συμβαίνειν τοῦτο εἶπεν· οὐ γὰρ φαίνονται κατὰ τὸ ῥητὸν ἐντραπέντες αὐτόν. καὶ φάσκειν γε ἐν τούτοις μὴ προεγνωκέναι τὸ μέλλον τὸν πατέρα τοῦ ἀποσταλέντος υἱοῦ, ἀλλὰ ἐψεῦσθαι ἄλλα εἰπόντα ἄλλων γενομένων, ἀσεβές. πόλιν τε αὖ εἰπεῖν ὅτι ἐνετράπησαν αὐτὸν οἱ γεωργοί, παρὰ τὴν ἐνάργειάν ἐστιν· οἱ γὰρ γεωργοὶ ἰδόντες τὸν υἱὸν αὐτοῦ εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος καὶ τὰ ἑξῆς. ὁ μὲν οὖν τις εἰς ταῦτα φήσει ὅτι ἀναγκαῖον συμβῆναι τὸ ἐντραπήσονται τὸν υἱόν μου, εἰ καὶ μὴ τότε συμβέβηκεν. ὁ δέ τις ἐρεῖ ὅτι οὐκ εἶπεν ὁ πατὴρ πέμπων τὸν υἱόν· λήψεται ὁ υἱός μου τὸν καρπὸν ἀπὸ τῶν γεωργῶν, ἀλλ᾿ ὅτι ἐντραπήσονται· ἐνετράπησαν μέν γὰρ τῷ ἐγνωκέναι ὅτι οὗτος ὁ υἱὸς ἦν καὶ εἰρηκέναι αὐτοὺς ἐν ἑαυτοῖς ὅτι οὗτός ἐστιν ὁ κληρονόμος, οὐ πάντως δέ, εἰ ἐνετράπησαν καὶ κατὰ τὴν ἀρχὴν ἐπλήχθησαν, ἤδη καὶ τὰ τῶν ἐντρεπομένων πεποιήκασιν.