Ancient Greek · ~22 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.1-2
Not analysed yet
Ἐπεὶ δέ Μάρκος κοὶ Λουκᾶς κατὰ τινὰς μέν τὴν αὐτὴν ἱστορίαν ἐκτίθενται κατὰ δέ τινὰς ἑτέραν παραπλησίαν, ἄξιόν γε καὶ τὰ τούτων ἰδεῖν. καὶ πρῶτόν γε κατανοητέον τὴν κατὰ τὸν Μᾶρκον, οὕτως ἀναγράφοντα τὰ κατὰ τόν τόπον· καὶ ἔρχεται εἰς Ἱεριχώ. καὶ ἐκπορευομένου αὐτοῦ ἐκεῖθεν καὶ τῶν μαθητῶν αὐτοῦ κοὶ ὄχλουἱκανοῦ, ἰδοὺ ὁ υἱὸς Τιμαίου Βαρτιμαῖος τυφλὸς« καὶ τὰ ἑξῆς, ἕως τοῦ »καὶ ἠκολούθει αὐτῷ ἐν τῇ ὁδῷ«. ὁ μὲν οὖν τῇ ἱστορίᾳ Ψιλῇ παριστάμενος καὶ μὴ βουλόμενος διαφωνεῖν τοὺς εὐαγγελιστάς, ἐρεῖ οὐχ ὅμα γεγονέναι τὸ κατὰ τόν Ματθαῖον καὶ τὸν Μᾶρκον, ἀλλὰ τινὶ μὲν ἐπιδημίᾳ τῇ ἐν Ἱεριχὼ γεγονέναι τὰ κατὰ τοὺς ἀναβλέψαντας δύο τυφλούς, ἑτέρᾳ δέ τὰ κατὰ τὸν ἔνα τοῦτον υἱὸν Τιμαίου Βαρτιμαῖον, κα]]ι ἄλλῃ τὰ κατὰ τὸν Λουκᾶν. εἴπερ γὰρ ἀκριβῶς πιστεύομεν ἀναγεγράφθαι συνενοῦντος καὶ τοῦ ἁγίου πνεύματος τὰ εὐαγγέλια, καὶ μὴ ἐσφάλησαν ἐν τῷ ἀπομνημονεύειν οἱ γράψαντες αὐτό, δῆλον ὅτι, ἐπεὶ μὴ δυνατὸν ἐν μιᾷ καὶ τῇ οὐτῇ ἐπιδημίᾳ ἀληθὲς εἶναι δύο τυφλοὺς τεθεραπεῦσθαι καὶ ἕνα, ἑτέρα μέν ἐΠιδημία δεδήλωται ὑπὸ τοῦ Ματθαίου ἑτέρα δὲ ὑΠὸ τοῦ Μάρκου, ἤδη δὲ καὶ ἄλλη ὑΠὸ τοῦ Λουκᾶ, ὡς τῷ ἐπιστήσαντι ἐκ τῆς πρὸς τοὺς λοιποὺς διαφορᾶς ἔστι καὶ τοῦτο τεθαρρηκότως ἀποφήνασαι. καὶ οὐδέν θαυμαστὸν ἐπιτηρήσαντά τινα τῶν ἐν Ἱεριχὼ τὴν προτέραν θεραπείαν διὰ τῆς <αὐτῆς> λέξεως καὶ τῆς ὁμοίας ἀξιώσεως καὶ ἐν τῷ αὐτῷ τόπῳ βεβουλῆσθαι θεραπευθῆναι. εἴποι δ’ δ’ τις <ὅτι> οὕτω καὶ ἄλλος ἐστὶν ὁ κατὰ τὸν λουκᾶν τυφλὸς θεραπευθείς. ὁ μέντοιγε ὅλων τούτων ζητῶν βοθυτέραν διήγησιν φήσει ὅτι ἔν καὶ τό αὐτὸ πρᾶγμα διαφόροις λέξεσι παρισταται δύο μέν γὰρ τυφλοὶ εἰσιν ὡς ἀποδέδοται) Ἰσραὴλ καὶ Ἰούδας, εἷς δέ ὁ ὅλος τούτων λαός, ὅτε εἶς δηλοῦται θεραπευόμενος τυφλός. ὄχλου« οὖν »ἱκανοῦ« τοῦ ἀπὸ τῶν ἐθνῶν συνεκπορευομένου ἀπὸ τῶν κοσμικῶν τῷ Ἰησοῦ καὶ τοῖς μαθηταῖς αὐτοῦ, Ἰσραηλιτικόν τι λεῖμμα »παρὰ τὴν ὁδὸν« καθεζόμενον <τουτέστι παρὰ τὰς προφητικὰς γραφὰς> καὶ πενόμενον τοῖς νοήμασι καὶ ἐπαιτοῦν τὰ εἰς τὴν χρείαν τῆς ψυχῆς, ἀκοῦσαν ὅτι 1 Ἰησοῦς ὀ Ναζαρηνός ἐστιν«, ἄρχεται μέγα βοῶν ἀξιοῦν τὸν σωτῆρα ὡς υἱὸν Δαυΐδ ἔλεον αὐτῷ παρασχεῖν. καὶ ἐπὰν ἴδης τῶν ἀπὸ Ἰουδαίων πιστευόντων εἰς τὸν Ἰησοῦν τὴν περὶ τοῦ σωτῆρος πίστιν, ὁτὲ μὲν ἐκ Μαρίος καὶ τοῦ Ἰωσὴφ οἰομένων αὐτὸν εἶναι ὁτέ δὲ ἐκ Μαρίας μέν μόνης καὶ τοῦ θείου πνεύματος, οὐ μὴν καὶ μετὰ τῆς περὶ αὐτοῦ θεολογίας, ὄψει πῶς οὗτος ὁ τυ- φλὸς λέγει τὸ υἱὸς Δαυΐδ, ἐλέησόν με«, ᾧ ἐπιτιμῶσιν οἶ »πολλοί«· πολλοὶ γὰρ οἱ ἀπὸ τῆς Ἱεριχὼ ἐκπορευόμε- νοι ἀπὸ τῶν ἐθνῶν, ἐπιτιμῶντες τῇ πτωχείᾳ τῶν ἀπὸ τῶν Ἰουδαίων πιστεύειν δολούντων. κοὶ ἀλόγων δὲ ἐπὶ τὴν εὐγενῆ Ψυχὴν τὰ τοιαῦτα πτωχεύσσσαν καὶ μέχρι ἐπαιτήσεως φθάσασαν, οὐ πόνυ τι διαμαρτήσῃ τοῦ λόγου. Ἐπεὶ δέ ἔδοξε τῷ Μάρκῳ καὶ τὸ τοῦ πατρὸς τοῦ τυφλοῦ ὄνομα ἀναγράψαι ὅτι Τίμαιος ἦν, καὶ τὸ τοῦ τυφλοῦ ὅτι Βαρτιμαῖος ἐκαλεῖτο, ζητοῦμεν μή πη ἐνενόησέ τι ὁ Μᾶρκος βαθύτερον κατὰ τὸν τόπον. καὶ ἀναλλοίως τάχα μέν ἀπὸ τῆς ἱστορίας λοβὼν προσέθηκε τό ὄνομα, εἴποι δ’ ἂν τις καὶ ποιήσας αὐτὸ ὡς χρήσιμον. καὶ εἰ μὴ δόξομεν ψυχρεύεσθαι μέχρι τῆς τῶν τοιούτων ἐξετάσεως φθάνοντες. ζητοῦμεν τὸν τῆς τιμῆς ἐπώνυμον Τίμαιον καὶ τὸν υἱὸν αὐτοῦ Βαρτιμαῖον, ὅπερ ἐστὶν υἱὸν Τιμαίου. μήποτε δὲ διὰ τὸ τίμιον τοῦ πατριάρχου Ἰακὼβ καὶ Ἰσραὴλ τροπικῶς ἐκεῖνός ἐστιν ὁ Τίμαιος · οἱ δὲ τὴν εὐγένειαν ἀπ’ ἐκείνου κεκτημένοι ὁ Βαρτιμαῖος τυφλὸς διὰ τὰ προειρημένα, ὁμοίως δέ καὶ καθεζόμενος »παρὰ τὴν ὁδὸν« καὶ »ἐπαιτῶν. εἶτα ἐπείπερ| λέγοντι αὐτῷ · υἱὸς Δαυΐδ, ἐλέησόν με«, ἐπετίμων οἱ πολλοὶ ἵνασιωπήσῃ«, ζητῶ εἰ δύνασαι πολλοὺς μὲν εἰπεῖν ἐπιτιμῶντος »ἵνα σιωπήσῃ« τῷ Ἐβιωναίῳ καὶ πτωχεύοντι περὶ τὴν εἰς Ἰησοῦν πίστιν τοὺς ἀπὸ τῶν ἐθνῶν, οἵτινες παρ᾿ ὀλίγους ἅπαντες πεπιστεύκασιν αὐτὸν ἐκ παρθένου γεγενῆσθαι, καὶ ἐπιτιμῶσιν »ἵνα σιωπήσῃ« τῷ οἰομένῳ αὐτὸν ἐκ σπέρματος ἀνδρὸς καὶ γυναικὸς εἶναι, κατάγοντα τὸ γένος ἀπὸ τοῦ Δαυΐδ. ἀλλὰ καίτοιγε τῶν πολλῶν ἐπιτιμώντων »πολλῷ μᾶλλον« κέκραγε, πιστεύων μὲν ἐπὶ τὸν Ἰησοῦν ἀνθρωπικώτερον δὲ πιστεύων, καὶ κεκραγὼς λέγει· »υἱὸς Δαυΐδ, ἐλέησόν με«. ἀλλ᾿ ὁ φιλάνθρωπος σωτὴρ στάς, οὐκέτι (κατὰ τὸν Ματθαῖον) αὐτὸς αὐτὸν φωνεῖ, ἀλλ᾿ εἶπεν αὐτὸν φωνηθῆναι· οἱ δὲ προσταχθέντες εἶπον αὐτῷ· »θάρσει, ἔγειραι« (καθεζομένῳ γὰρ αὐτῷ καὶ ἀναπεπτωκότι φασίν· »ἔγειραι«) καὶ λέγουσι· »φωνεῖ σε«. μετὰ ταῦτά φησιν ὁ Μᾶρκος ὅτι »ἀποβαλὼν τὸν Ἰησοῦνα. ἆρ᾿ οὖν οὐδὲν ἐννοήσας ἀνέγραψε περὶ τοῦ ἀποβαλόντα αὐτὸν τὸ ἱμάτιον ἀναπεπηδηκότα ἐληλυθέναι πρὸς τὸν την ταῦτα προσερρῖφθαι τῷ εὐαγγελίῳ; ἐγὼ μὲν οὖν ἰῶτα ἓν ἢ μίαν κεραίαν οὐ πιστεύω κενὴν εἶναι θείων μαθημάτων, τὸ δὲ ἐπιτυγχάνειν ἑρμηνεύοντα ἡγοῦμαι πολλοῦ δεῖσθαι λόγου διὰ τὸ δυσερμήνευτον τῶν πραγμάτων. μήποτ’ οὖν τὰ ὡς τυφλοῦ καὶ ἐπαίτου ***ἐπιγαμβρεύματα καὶ περιβόλαια, οἷς περιβέβλητο ὁ Βαρτιμαῖος, δηλοῦται· ἅτινα ἀπέβαλεν ὁ τυφλὸς ἀκούσας· »θάρσει, ἔγειραι, φωνεῖ σε« καὶ ἀποβαλὼν τὰ τῆς ἐπαιτήσεως καλύμματα καὶ περιβόλαια »ἀνεπήδησε καὶ ἀνέστη«, ἵνα ἔλθῃ πρὸς τὸν Ἰησοῦν καὶ τυχὼν τῆς παρ’ αὐτοῦ ἀποκρίσεως εἰρημένης πρὸς τὴν ἀξίωσιν τῆς »τί θέλεις ποιήσω; «καὶ αὐτὸς εἴπῃ μείζονα φωνὴν τῆς »υἱὲ Δαυΐδ, ἐλέησόν με« · μεῖζον γὰρ ἐπινενόηται τοῦ »υἱὲ Δαυΐδ« τῷ λέγοντι »Ῥαββουνὶ« καὶ τὸ εἶδος τοῦ ἐλέους παραστήσαντι διὰ τοῦ ἵνα ἀναβλέψω«. καὶ ὁ σωτήρ γε διὰ μὲν τοῦ υἱέ Δαυΐδ, ἐλέησόν με« οὐ δίδωσι τὴν εὐεργεσίαν οὐδ’ ὅτε τὸ ἱμάτιον τῆς <τυφλότητος καὶ τῆς τῆς> ἐπαιτήσεως οὐδ’ ὅτε ἐκαθέζετο παρὰ τὴν ὁδὸν ἐποικῶν. διὰ δέ τὸ »Ῥαββουνί, ἴνα ἀναβλέψω« εἶπεν αὐτῷ· »ὕπαγε, η πιστις σου σεσωκε σε«. καὶ ὁ μέν σωτὴρ εἰπεν αὐτῷ· »ὕπαγε«, ὁ δὲ τοῦ προστάγματος τούτου κρεῖττον πεποίηκεν· οὐ γὰρ ἀπελήλυθεν, ἀλλὰ »ἠκολούθει« τῷ Ἰησοῦ ἐν τῇ ὁδῷ«, ἐπεὶ »εὐθέως ἀνέβλεψεν«.