Ancient Greek · ~16 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.1
Not analysed yet
Ἰδωμεν δὲ καὶ τὸ τοῦ Λουκᾶ οὕτως ἔχον · ἐγένετο δέ ἐν τῷἐγγίαὐτὸν εἰς Ἱεριχὼ καὶ τυφλός τις ἐκάθητο παρὰ τὴν ὁδὸν ἐπαιτῶν« καὶ τὰ ἑξῆς ἕως τοῦ »καὶ πᾶς ὁ λαὸς ἰδὼν ἔδωκεν αἶνον τῶ θεῶ«. καὶ τούτου δέ τὰ μέν κοινὰ πρὸς τοὺς λοιποὺς ἤδη τῆς κατὰ τὸ φανὲν ἡμῖν διηγήσεως τετευχότα οὐκ ἐπαναληψόμεθα, τὰ δέ καίρια καὶ ἴδια κατὰ τὸ δυνατὸν ἡμῖν παραστήσομεν. καὶ πρῶτόν γε παρατήρει ὅτι Ματθαῖος μέν καὶ Μᾶρκος ἐκπορευομένου μετὰ τῶν μαθητῶν τοῦ Ἰησοῦ ἀπὸ τῆς Ἱεριχὼ ἀνέγραφεν γεγονέναι τὰ περὶ τοὺς τυφλοὺς ἢ τὸν τυφλόν · ὁ δέ Λουκᾶς φησιν · ἐγένετο δὲ ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχώ«. οὐκοῦν κατὰ τὸν Λουκᾶν εἰσερχόμενος εἰς τὴν Ἱεριχὼ καὶ ἐγγὺς αὐτῆς γενόμενος ἐπιτελεῖ τὴν κατὰ τὸν τυφλόν οἰκονομίαν. καὶ εἴποι τις ἂν κατὰ τὸν μυστικὸν λόγον ὅτι πρῶτόν ἐστι τὸ τοῦ Λουκᾶ, δεύτερον δέ τὸ τοῦ Μάρ- κου, καὶ τρίτον τὸ τοῦ Ματθαίου. πρῶτον γὰρ δεῖ ἐγγίσαι τῇ Ἱεριχώ εἶτα εἰσελθεῖν εἰς αὐτήν, καὶ <μετὰ ταῦτα δὲ> ἐκπορευθῆναι ἀπ’ ἀνέγραψε τοίνυν ὁ μὲν Λουκᾶς τὸ ἐγένετο ἐν τῷ ἐγγίζειν αὐτὸν εἰς Ἱεριχώ«, ὁ δὲ Μᾶρκος· »καὶ ἔρχεται εἰς Ἱεριχώ, καὶ εἰσπορευομένου αὐτοῦ ἐκεῖθεν«, ὁ δὲ Ματθαῖος οὔτε τὸ ἐγγίζειν τῇ Ἱεριχώ ἀνέγραφεν οὔτε ὅτι ἔρχεται εἰς Ἱεριχώ, ἀλλὰ μόνον ὅτι ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. δύναται οἶν τὸ μὲν κατὰ τὸν Λουκᾶν ἐγγίσας τῇ Ἱεριχώ πεποιηκέναι, τὸ δὲ κατὰ τὸν Μᾶρκον ἐλθὼν εἰς Ἱεριχώ, τὸ δέ κατὰ τὸν Ματθαῖον ἐκπορευθεὶς ἀπ’ αὐτῆς. ὁρᾷς δὲ ὅτι κοὶ ὁ κατὰ τὸν Λουκᾶν τυφλὸς »ἀκούσας ὄχλου διαπορευομένου (καὶ οὐ δήπου τοῦ Ἰησοῦ) τὶ ἂν εἴη«, ὁ δὲ κατὰ τὸν Μᾶρκον »ἀκούσας ὅτι Ἰησοῦς ὁ Ναζαρηνός ἐστιν ἤρξατο κράζειν«, οἱ δέ κατὰ τὸν ματθαῖον δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν. καὶ οὐκ ἔστιν ὁ κατὰ τὸν Ματθαῖον παρὰ τοῖς τυφλοῖς Ἰησοῦς Ναζαρηνός, ἀλλ’ ὁ παρὰ τοῖς λοιποῖς, ὧν ὁ μέν κατὰ τὸν Μᾶρκον <τυφλὸς> ἀκούει ὅτι Ἰησοῦς ὁ Ναζορηνός ἐστιν«, ὁ δέ κατὰ τὸν Λουκᾶν, ὅτε ἐπυνθάνετο παρὰ τοῦ ὄχλου »τί ἂν εἴη τοῦτο«, ἔμαθεν ἀπαγγειλάντων αὐτῷ ὅτι Ἰησοῦς ὁ Ναζαρηνὸς παρέρχεται. Ἑξῆς δέ τούτοις παρατήρει ὅτι τῷ βοήσαντι τυφλῷ <καὶ> λέγοντι · υἱέ Δαυΐδ, ἐλέησόν με« οἱ προάγοντες ἐπετίμων, ἵνα σιωπήσῃ«, ὡσεὶ ἔλεγεν· οἱ πρῶτοι πιστεύσαντες ἐπετίμων τῷ λέγοντι· υἱέ »υἱὲ Δαυΐδ«, ἵνα σιγήσῃ καὶ μὴ ἀναγορεύσῃ αὐτὸν τῷ ἐλάττονι ὀνόματι. ἀλλ’ οἱονεὶ λέγῃ · υἱὲ θεοῦ, ἐλέησόν με. ἀλλ’ ἐκεῖνος »πολλῷ μᾶλλον ἔκρξεν· υἱέ Δαυΐδ, ἐλέησόν με«. εἶτα φησὶ) σταθεὶς ὁ Ἰησοῦς ἐκέλευσεν αὐτὸν ἀχθῆναι πρὸς αὐτόν«. καὶ ὅρα εἰ μὴ ὡς παρατετηρήκαμεν) ὑποδεέστερός ἐστιν οὗτος ὁ τυφλός · οὔτε γὰρ ὁ Ἰησοῦς αὐτὸν ἐφώνησεν οὔτε εἶπεν αὐτὸν φωνηθῆναι, ἀλλ’ ὡς μὴ χωροῦντα ταῦτα »ἐκέλευσεν αὐτὸν« <ὠς> μὴ μὴ δυνάμενον καθ’ αὑτὸν αὑτὸν πρὸς αὐτὸν »ἀχθῆναι πρὸς αὐτόν«. εἶτα (φησίν) »ἐγγίσαντος αὐτοῦ ἐπηρώτησεν αὐτὸν εἰπών· τί σοι θέλεις ποιήσω; «καὶ οὐ πρότερον ἐπηρώτησεν αὐτὸν ἢ ὁ ἐρωτώμενος ἤγγισεν αὐτῷ, ἀλλ’ ἐπεὶ ἤγγισε, διὰ τοῦτο ἐρωτηθεὶς εἶπε τὸ ἶνα ἀναβλέψω, κύριε«. εἶτα φησὶν) ἀποτιθεὶς »εἶπεν αὐτῷ Ἰησοῦς · ἀνάβλεψον · ἡ πίστις σου σέσωκέ σε«. πλεῖον δέ <τι> ἔχουσιν οἱ κατὰ τὸν Ματθαῖον τυφλοί, ἐφ’ ὧν γέγραπται ὅτι σπλαγχνισθεὶς Ἰησοῦς ἥψατο τῶν ὀμμάτων αὐτῶν· οὐχ ἥφατο δέ οὔτε τοῦ κατὰ τὸν Μᾶρκον οὔτε τοῦ κατὰ τὸν Λουκᾶν. ἔχει δέ πόλιν πλεονέκτημά τι ὁ κατὰ τὸν Λουκᾶν, ἐπείπερ ἡνίκα »παραχρῆμα ἀνέβλεψεν«, οὐ μόνον ἠκολούθει αὐτῷ, ἀλλὰ πλεῖόν τι εἶχε παρὰ τοὺς λοιΠούς · »ἠκολούθει« γὰρ φησὶν) »αὐτῷ δοξάζων τὸν θεόν«. καὶ ἦν τὸ τέλος τούτου, ἐν τῷ ἀκολουθεῖν καὶ δοξάζοντος τὸν θεόν, <τὸ> πάντα τὸν ὄχλον ἰδόντα δοῦναι »αἶνον τῷ θεῷ«. ταῦτα μέν ἐπὶ τοῦ πορόντος ἡμεῖς εἰς τοὺς τόπους, <εἴτε γνόντες> εἴτε λαβόντες, εἴδομεν · θεὸς δὲ δοίη ᾧ βούλεται λόγον σοφίας πλουσιώτερον καὶ λόγον ἐν φωτὶ γνώσεως τρανότερον, ἵνα ταῦτα τοῖς ἀπὶ τοιούτων χαρισμάτων συγκρινόμενα εὑρεθῇ ὡς λύχνος παρ’ ἥλιον.