Ancient Greek · ~10 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 11
Not analysed yet
Στὰς οἶν ὁ Ἰησοῦς καὶ πληγεὶς ἀπὸ τῆς κραυγῆς αὐτῶν καὶ τῆς ἀξιώσεως καλεῖ αὐτοὺς πρὸς ἑαυτόν, τὴν ἀρχὴν τῆς εὐεργεσίας ἤδη ποιούμενος ὅτε ἐφώνησεν αὐτούς· οὐκ ἂν γὰρ κενῶς ἐφώνησε καὶ ἐπὶ τῷ μηδέν ἀνυσθῆναι ἐν τοῖς φωνηθεῖσίν. ὡς εἴθε καὶ ἡμῶν πρὸς αὐτὸν κεκραγότων κοὶ λεγόντων · ἐλέησον ἡμᾶς, κύριε, φωνήσοι ἡμᾶς ἀρχομένους ἀπὸ τοῦ υἱὸς Δαυΐδ καὶ στὰς γε φωνήσαι ἡμᾶς ὡς προσέχων ἡμῶν τῇ ἀξιώσει. εἶπεν οὖν ἐκείνοις· τί θέλετε ἵνα ποιήσω ὑμῖν; ὅπερ τοιοῦτον εἶναι νομίζω· τί θέλετε παραστήσατε, δηλώσατε, ἵνα πάντες οἱ ἐκπορευόμενοι ἀπὸ Ἱεριχὼ καὶ ἀκολουθοῦντές |μοι ἀκούσωσι καὶ θεάσωνται τὸ γινόμενον. aXK ἐκεῖνοι ἀπεκρίναντο · κύριε, ἵνα ἀνοιγῶσιν οἱ ὁφθαλμοὶ ἡμῶν· ἥντινα ἀπόκρισιν οἱ εὐγενεῖς μέν (τῷ εἶναι Ἰσραὴλ καὶ Ἰούδα) τυφλωθέντες δέ ὑπὸ τῆς ἀγνοίας καὶ συνῃσθημένοι αὐτῆς) καὶ ἀκούσαντες τῶν λεγόντων περὶ τοῦ σωτῆρος <κεκρά> γασι Πρὸς αὐτόν, καὶ λέγουσι θέλειν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ αὐτῶν. καὶ μάλιστα τοῦτό φασιν οἱ ἐν τῷ ἐντυγχάνειν τῇ ἱερᾷ γραφῇ μὴ ἀναισθητοῦντες ἑαυτῶν τυφλωττόντων πρὸς τὸν ἐν αὐτῇ νοῦν. οὗτοι γὰρ φασι τὸ ἐλέη -σον ἡμᾶς καὶ τὸ θέλομεν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. ὡς εἴθε καὶ ἡμεῖς αἰσθανόμενοι, ἐν οἷς τυφλώττομεν καὶ οὐ βλέπομεν, παρ’ αὐτὴν καθεζόμενοι τῶν γραφῶν τὴν ὁδὸν <καὶ> ὅτι Ἰησοῦς Παράγει. διὰ τῆς ἡμετέρας ἀξιώσεως στήσαιμεν αὐτὸν καὶ εἴποιμεν ὅτι θέλομεν ἵνα ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν. ὅπερ ἐὰν εἴπωμεν ἀπὸ διαθέσεως ὀρεγομένης τοῦ βλέπειν ἃ χαρίζεται βλέπειν ἁλάμενος τῶν τῆς ψυχῆς ὀφθαλμῶν Ἰησοῦς, σπλαγχνισθήσεται ὁ σωτὴρ ἡμῶν, καὶ ὡς δύναμις καὶ λόγος καὶ σοφία κοὶ πάντα ὅσα ἀναγέγραπται περὶ αὐτοῦ τυγχάνων, ἅψεται τῶν πρὸ αὐτοῦ μὴ βλεπόντων ὀφθαλμῶν ἡμῶν. καὶ ἁψαμένου αὐτοῦ φεύξεται μέν τὸ σκότος καὶ ἡ ἄγνοια, εὐθέως δὲ οὐ μόνον ἀναβλέψομεν ἀλλὰ κοὶ ἀκολουθήσομεν αὐτῷ, αὐτοῦ τοῦ ἀναβλέπειν ἡμᾶς παρ’ αὐτὸν συνεργοῦντος πρὸς τὸ μὴ ἄλλο τι πρᾶξαι ἢ ἀκολουθεῖν τῷ ἀναβλέψαι ποιήσοντι, ἵνα ἀεὶ ἑπόμενοι αὐτῷ ὁδηγηθῶμεν ὑπ’ αὐτοῦ πρὸς τὸν θεὸν κοὶ ὁρῶμεν τοῖς ἀναβλέψασι δι’ αὐτὸν ὀφθαλμοῖς ἡμῶν τὸν θεὸν μετὰ τῶν μακαριζομένων ἐπὶ τῷ καθαρὰν ἔχειν τὴν καρδίαν. ἔχομεν οὖν τοὺς ἐκπορευομένους ἀπὸ Ἱεριχὼ καὶ ἀκολουθοῦντας τῷ Ἰησοῦ ὄντας ὄχλον πολύν, τοὺς οὐκ Ἰσραὴλ οὐδὲ Ἰούδαν· τοὺς δέ δύο τυφλοὺς ἀκούσαντας ἅτι Ἰησοῦς παράγει καὶ ἐκδότης ὅτι υἱός ἐστι Δαυΐδ καὶ συναισθομένους τῆς ἑαυτῶν τυφλότητος καὶ ἀξιοῦντας ἀνοιγῆναι τοὺς ὀφθαλμοὺς αὑτῶν, Ἰσραὴλ καὶ Ἰούδαν ἰοὺς ἀποδεδομένους, ὧν κεκλεισμένοι οἱ ὀφθαλμοὶ κοὶ συμμεμυκότες διὰ τῆς ἁφῆς ἀναβλέπουσιν Ἰησοῦ. ταῦτα μὲν κατὰ τὸν Ματθαῖον.