Ancient Greek · ~12 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.1-2
Not analysed yet
Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· καὶ ζητοῦντες κρατῆσαι αὐτὸν ἐφοβήθησαν τοὺς τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον. (Matth. 21, 45 —46.) Ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ,ὧν τῆς μέν ἑτέρας ἀρχὴ ἦν · »ἄνθρωπὸς τις εἶχε τέκνα δύο«, τῆς δέ λοιπῆς· »ἄνθρωπος ἦν οἰκοδεσπότης ὃς ἐφύτευσεν ἀμπελῶνα«, ἔγνωσαν ὅτι Περὶ αὐτῶν λέγει κατὰ μὲν τὴν ἑτέραν παραβολὴν ὅτι εἶπεν ὁ δεύτερος υἱός · »ἐγὼ κύριε, καὶ οὐκ ἀπῆλθε«, κατὰ δέ τὴν λοιΠὴν ὅτι, ἐπεὶ εἴρηται αὕτη κατὰ τὰ λελεγμένα κατὰ τῶν ἁμαρτανόντων προτέρων γεωργῶν, <ὁ Ἰησοῦς εἶπε> ἀφ᾿ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς«. καὶ γνόντες ὅτι περὶ αὐτῶν λέγει, ἐζήτησαν μὲν αὐτὸν κρατῆσαι καὶ ποιῆσαι αὐτῷ ὅτι ποτ’ ἂν δυνηθῶσιν · οὐκ ἠδυνήθησαν δέ, ἐπεὶ μὴ οἶοί τε ἦσαν ὑπομεῖναι ὄχλων ὁρμὴν τῶν ἐχόντων τὸν Ἰησοῦν εἰς Προφήτην. κοὶ ὅσοι γε ἐπιβουλευτικῶς βούλονται κρατῆσαι τὸν λόγον, ἵν᾿ ὡς κεγρατημένον παρ᾿ αὐτοῖς καθέλωσιν αὐτόν, οὗτοι οὐκ ἄv ποτε κροτήσαιεν <οὔτε θανατώσαιεν> αὐτόν, τῶν ὑπέρ οὐτοῦ ὄχλων προφήτην τινὰ τοῦ θεοῦ αὐτὸν ὑπολομβονόντων, περισπώντων τοὺς βουλομένους αὐτὸν κρατεῖν κοὶ ἐπιβουλεῦσαι αὐτῷ. Μετὰ ταῦτα ἰστέον ὅτι τῶν ζητούντων κρατεῖν τὸν Ἰησοῦν διαφοραί εἰσιν. ἄλλως γὰρ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι εζήτουν κρατῆσαι αὐτόν ,ἄλλως ἡ ἐν τῷ Ἄισματι τῶν ᾷσμάτων νύμφη, <ἣ> ζητήσασα αὐτὸν καὶ ἀναστᾶσα καὶ κυκλοῦσα ἐν πόλει, »ἐν ταῖς ἀγοραῖς καὶ ἐν ταῖς πλατείαις« μόγις ποτὲ εὗρεν αὐτόν, ὅτε μικρὸν πορῆλθε τοὺς τηροῦντας καὶ κυκλοῦντας »ἐν τῇ πόλει« καὶ εὑροῦσα ἐκράτησεν αὐτόν, ὅτε καὶ λέγει· »ἐκράτησα αὐτὸν καὶ οὐκ ἀρήσω αὐτόν, ἕως οὗ εἰσήγαγον αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με«. ἀλλὰ καὶ αὐτὴ <αὕτη> ἡ νύμφη κατ’ μὲν Ἄσματος τῶν ᾀσμάτων »ἐκράτησά« φησιν »αὐτὸν εἰς οἶκον μητρός μου καὶ εἰς ταμιεῖον τῆς συλλαβούσης με«, πρὸς δέ τῷ τέλει τοῦ αὐτοῦ βιβλίου, ὡς προκόψασα καὶ ἑτέρως αὐτὸν μέλλουσα κρατεῖν κοὶ βέλτιον πραὰ τὸ πρότερον, φησίν· »εἶπα· ἀναβήσομαι ἐν τῷ φοίνικι, κρατήσω τῶν ὕψεων αὐτοῦ«. ἵνα δέ νοήσῃς τοὺς ζητοῦτνα αὐτὸν κρατῆσαι ἀρχιερεὶς καὶ Φαρισαίους καὶ μὴ κρατοῦντος αὐτόν κατανόησον ὅτι ἐπὶ μέν τῶν ἄλλων πορὰ τὸν Χριστοῦ λόγον λόγων οἶόν τέ ἐστι καρτῆσαι καὶ περιδράξασθαι <καὶ τοῦ νοῦ (τῶν δογματισάντων) καὶ τεθεωρημένως ἀνατρέψαι αὐτὸν καὶ ὡς ἡ γραφὴ ὠνόμασε) συμβιβάσαι. ***ουτω γαρ ο κατα τὸ ευαγγελιον σοφός, φός, ὡς »πνευματικὸς« ἀνακρίνων »πάντα, αὐτὸς δέ ὑπ’ οὐδενὸς« ἀνακρινόμενος, ἀνακρίνει μέν καὶ βασανίζει καὶ διελέγχει τοὺς ἄλ- λους λόγους εἴτε τῶν τοῦ κόσμου σοφῶν εἴτε τῶν ἐν τοῖς αἱρέσεσι διαπρέπειν δοκούντων, οὐ κατακρίνεται δὲ οὐδέ καταλαμβάνεται ὁ ἐν αὐτῷ νοῦς τοῦ Χριστοῦ οὐδέ κρατεῖται ὑπὸ τῶν προθεμένων αὐτὸν ἀνατρέπειν·» τίς γὰρ ἔγνω νοῦν κυρίου, ὄς συμβιβάσει αὐτόν; «καὶ σαφὲς ὅτι, εἴπερ μέλλει τις συμβιβάσαι τινὸς νουν, προτερον αυτον γνωσεται καὶ μετὰ τοῦτο συμβιβάσει· νοῦν« δέ κυρίου τίς« γνώσεται »ὄς συμβιβάσει αὐτόν«; ἁλώσεται γὰρ ὑπ’ αὐτοῦ καὶ εἴξει αὐτῷ. καὶ ταῦτα δέ μοι λελέχθω διὰ τὸ καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.