Ancient Greek · ~6 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.10
Not analysed yet
Τάχα δὲ ὅπερ ἀποκριθεὶς Σίμων Πέτρος εἶπεν ἐν τῷ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἀὰν ὡς ὁ Πέτρος λέγμεν, οὐ σαρκὸς καὶ αἵματος ἡμῖν ἀποκαλύψαντος ἀλλὰ φωτὸς ἡμῶν τῇ καρδίᾳ ἐλλάμψαντος ἀπὸ τοῦ ἐν οὐρανοῖς πατρός, καὶ αὐτοὶ γινόμεθα ὅπερ καὶ ὁ Πέτρος, ὁμοίως αὐτῷ μακαριζόμενοι διὰ τὸ τὰ αἴτια τοῦ μακα- ρισμοῦ ἐκείνῳ καὶ ἐφ᾿ ἡμᾶς ἐφθακέναι, τῷ σάρκα καὶ αἷμα μὴ ἀποκεκαλυφέναι ἡμῖν περὶ τοῦ τὸν Ἰησοῦν εἶναι Χριστὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος ἀλλὰ τὸν ἐν οὐρανοῖς πατέρα ἀπ᾿ οὐτῶν τῶν οὐρανῶν, ἵνα »ἐν οὐρανοῖς« πολιτευσώμεθα, ἀποκαλύψαντα ἡμῖν ἀποκάλυψιν ἀνάγουσαν εἰς τοὺς οὐρανοὺς τοὺς περιαιροῦντας μὲν πᾶν »κάλυμμα« ἀπὸ τῆς καρδίας, ἀναλαβόντας δέ τὸ πνεῦμα τῆς »σοφίας« τοῦ θεοῦ καὶ τῆς »ἀποκαλύψεως«. εἰ δὲ φήσαντες καὶ ἡμεῖς ὡς ὁ Πέτρος· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος οὐχ ὡς σαρκὸς καὶ αἵματος ἡμῖν ἀποκαλυψάντων, ἀλλὰ φωτὸς ἡμῶν τῇ καρδίᾳ ἐλλάμψαντος ἀπὸ τοῦ ἐν οὐρανοῖς πατρός), γινόμεθα Πέτρος, καὶ ἡμῖν ἂν λέγοιτο ἀπὸ τοῦ >λόγου τὸ σὺ εἶ Πέτρος καὶ τὰ ἑξῆς. πέτρα γὰρ πᾶς ὁ Χριστοῦ μιμητής, ἀφ᾿ οὗ ἔπινον οἳ »<ἔπινον> «. ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας«. καὶ ἐπὶ ndaav τὴν τοιαύτην πέτραν οἰκοδομεῖται ὁ ἐκκλησιαστικὸς πᾶς λόγος κοὶ ἡ κατ᾿ αὐτὸν πολιτεία. ἐν ἑκάστῳ γὰρ τῶν τελείων, ἐχόντων τό ἄθροισμα τῶν συμπληρούντων τὴν μακαριότητα λόγων καὶ ἔργων καὶ νοημάτων <πάντων>, ἐστὶν ἡ ὑπὸ τοῦ οἰκοδομουμένη ἐκκλησία.