Ancient Greek · ~14 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.11.1
Not analysed yet
Εἰ δέ ἐπὶ τὸν ἔνα ἐκεῖνον Πέτρον νομίζεις ὑπὸ τοῦ θεοῦ οἰκοδομεῖσθαι τὴν πᾶσαν ἐκκλησίαν μόνον, τι ἂν φήσαις περὶ Ἰωάννου τοῦ τῆς βροντῆς« υἱοῦ ἢ ἑκάστου τῶν ἀποστόλων; ἀληθῶς γε ἄρα τολμήσωμεν λέγειν ὅτι Πέτρου μέν ἰδίως πύλαι ᾅδου οὐ κατισχύσουσι, τῶν δὲ λοιπῶν ἀποστόλων καὶ τῶν τελείων ***κατισχύσουσιν; οὐχὶ δὲ καὶ ἐπὶ πόντων ἐφ᾿ ἐφ’ ἑκάστου αὐτῶν τὸ προειρημένον τὸ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς γίνεται καὶ τὸ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν; ἆρα δὲ τῷ Πέτρῳ μόνῳ δίδονται ὑπὸ τοῦ Χριστοῦ αἱ κλεῖδες τῆς τῶν οὐρανῶν βασιλείας, καὶ οὐδεὶς ἕτερος τῶν μακαρίων αὐτὰς λήψεται; εἰ δὲ κοινόν ἐστι καὶ πρὸς ἑτέρους τὸ δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, πῶς οὐχὶ καὶ πάντα τά τε προειρημένα καὶ τὰ ἐπιφερόμενα ὡς πρὸς Πέτρον λελεγμένα ***; καὶ γὰρ ἐνταῦθα μὲν ὡς πρὸς Πέτρον εἰρῆσραι δοκεῖ τὸ ὅσα ἂv δήσῃς ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἑξῆς· ἐν δὲ τῷ κατὰ Ἰωάννην δοὺς πνεῦμα ἅγιον ὁ σωτὴρ τοῖς μοθηταῖς διὰ τοῦ ἐμφυσήματός φησι· »λάβετε πνεῦμα ἅγιον« καὶ τὰ ἑξῆς. πολλοὶ τοίνυν φήσουαι πρὸς τὸν σωτῆρα· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ἀλλ᾿ οὐ πάντες οἱ τοῦτο φάσκοντες ἐροῦσιν αὐτῷ οὐδομῶς μὲν ἀπὸ σαρκὸς καὶ αἵματος ἀποκαλυφάντων τοῦτο μεμαθηκότες, αὐτοῦ δὲ τοῦ ἐν τοῖς οὐρανοῖς πατρὸς ἀφελόντος τὸ ἐπικείμενον τῇ καρδίᾳ αὐτῶν »κάλυμμα«, ἵνα μετὰ τοῦτο »ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν τοῦ κυρίου κατοπτριζόμενοι« ἐν πνεύματι θεοῦ« λαλῶσι λέγοντες περὶ αὐτοῦ τὸ Κύριος ᾿Ιησοῦς« καὶ πρὸς αὐτὸν τὸ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος. Καὶ εἴ τις λέγει τοῦτο πρὸς αὐτόν, οὐ σαρκὸς καὶ αἵματος ἀποκαλυψάντων αὐτῷ ἀλλὰ τοῦ ἐν τοῖς οὐρανοῖς πατρός, τεύξεται τῶν εἰρημένων, ὡς μὲν τὸ γράμμα τοῦ εὐαγγελίου λέγει πρὸς ἐκεῖνον τὸν Πέτρον, ὡς δέ τὸ πνεῦμα αὐτοῦ διδάσκει πρὸς πάντα τὸν γενόμενον, ὁποῖος ὁ Πέτρος ἐκεῖνος. παρώνυμοι γὰρ πέτρας πάντες οἱ μιμηταὶ Χριστοῦ, τῆς »πνευματικῆς ἀκολουθούσης πέτρας« τοῖς σωζομένοις, ἵνα ἐξ αὐτῆς πίνωσι τὸ »πνευματικὸν πόμα«. οὗτοι δέ παρώνυμοί εἰσι τῆς πέτρος, ὡς Χριστός· ἀλλὰ καὶ Χριστοῦ μέλη« ὄντες παρώνυμοι ἐχρημάτισαν Χριστοί, πέτρας δέ Πέτροι. ἀπὸ δὲ τούτων ἀφορμὴν λαβὼν φήσεις τοὺς δικαίους παρωνύμους εἶναι Χριστοῦ τῆς δικαιοσύνης καὶ τοὺς σοφοὺς Χριστοῦ τῆς σοφίας· καὶ οὕτως ποιήσεις ἐπὶ τῶν λοιπῶν αὐτοῦ ὀνομάτων παρώνυμα ἐπὶ τοὺς ἁγίους, καὶ πρὸς πάντας τοὺς τοιούτους ἂν λέγοιτο ἀπὸ τοῦ σωτῆρος τὸ λέγον· σὺ εἶ Πέτρος καὶ τὰ ἑξῆς ἕως τοῦ οὐ κατισχύσουσιν αὐτῆς. τίνος δέ οὐτῆς; ἆρα γὰρ τῆς πέτρας, ἐφ’ ἥν Χριστὸς οἰκοδομεῖ τὴν ἐκκλησίαν, ἢ τῆς ἐκκλησίας (ἀμφίβολος γὰρ ἡ φράσις), ἢ ὡς ἑνὸς καὶ τοῦ αὐτοῦ τῆς πέτρας καὶ τῆς ἐκκλησίας; τοῦτο δ’ οἶμοι ἀληθὲς τυγχάνειν· οὔτε γὰρ τῆς πέτρος, ἐφ’ ἧς ὁ Χριστὸς οἰκοδομεῖ τὴν ἐκκλησίαν, οὔτε τῆς ἐκκλησίας πύλαι ᾅδου κατισχύσουσιν, ὡς οὐδέ ὁδὸς ὄφεως ἐπὶ πέτρας« (κατὰ τὸ ἐν γεγραμμένον) εὑρεθείη ἄν. εἰ δέ τινος πύλαι ᾅδου κατισχύσουσιν, οὔτε πέτρα ὁ τοιοῦτος ἂνεἴη, ἐφ’ ἣν οἰκολομεῖ Χριστὸς τὴν ἐκκλησίαν, οὔτε ἡ ὑπὸ Χριστοῦ οἰκοδομουμένη ἐπὶ τὴν Πέτρον ἐκκλησία· ἥ τε γὰρ πετρα ἄβατός ἐστιν ὄφει καὶ ἰσχυροτέρα τῶν ἀντιπαλαιουσῶν αὐτῇ πυλῶν ᾅδου, ὡς διὰ τὴν ἰσχὺν αὐτῆς μὴ κατισχύειν αὐτῆς τὰς πύλας τοῦ ᾅδου· ἥ τε ἐκκλησία, ὡς Χριστοῦ οἰκοδομὴ τοῦ οἰκοδομήσαντος ἑαυτοῦ τὴν οἰκίαν« φρονίμως »ἐπὶ τὴν πέτρον«, ἀνεπίδεκτός ἐστι πυλῶν ᾅδου, κατισχυουσῶν μέν παντὸς ἀνθρώπου τοῦ ἔξω τῆς πέτρος καὶ τῆς ἐκκλησίας, οὐδέν δέ δυναμένων πρὸς αὐτήν.