Ancient Greek · ~14 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.9.1
Not analysed yet
Ἐλθὼν δέ ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου ἠρώτα τοὺς μαθητὰς αὐτοῦ (16. 13 —19]). Πυνθάνεται τοῖν μαθητῶν ὁ Ἰησοῦς, τίνα λέγουσιν αὐτὸν οἱ ἄνθρωποι εἶναι, ἶν’ ἡμεῖς μάθωμεν ἀπὸ τῆς ἀποκρίσεως τῶν ἀποστόλων τὰς διαφόρους περὶ τοῦ σωτῆρος ἡμῶν ἐν Ἰουδαίοις γενομένας ὑπολήψεις τότε. τάχα δέ καὶ ἶνα οἱ μιμηταὶ τοῦ Ἰησοῦ διδάσκωνται ἀεὶ περιεργάζεσθαι περὶ τῶν λεγομένων ὑπὸ τῶν ἀνθρώπων Περὶ αὐτῶν· ὅπερ <ν ἠμῖν> συμβαλεῖται Πρὸς τό, εἴ μὲν φαῦλον λέγεται, τούτου τὰς ἀφορμὰς παντὶ τρόπῳ περιαιρεῖν, εἴ τι δέ ἀστεῖον, τούτου τἀς προφάσεις συναύξειν. πλὴν ὅρα διὰ τὰ διάφορα ἐν Ἰουδαίοις περὶ τοῦ Ἰησοῦ κινήματα. τίνα τρόπον ἀπό τινων οὐχ ὑγιῶν δογμάτων ἔλεγόν τινες μὲν ὅτι Ἰωάννης ἦν ὁ βαπτιστὴς ὁμοίως Ἡρώδη τῷ τετράρχῃ τῷ εἰπόντι τοῖς παισὶν αὐτοῦ · »οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἐκ νεκρῶν καὶ διὰ τοῦτο οἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ«), ἄλλοι δέ ὅτι Ἠλίας ἐστὶν ὁ νῦν καλούμενος Ἰησοῦς, ἤτοι γένεσιν ὑπομείνας δευτέραν, ἢ ἔκτοτε ἐν σαρκὶ ζῶν καὶ κατὰ τόν παρόντα ἐπιφανεὶς χρόνον. καὶ οἱ φάσκοντες δὲ ὅτι Ἱερεμίας εἴη ὁ Ἰησοῦς, καὶ οὐχὶ τύπος τοῦ Χριστοῦ ὁ Ἱερεμίας, τάχα ἐκ τῶν εἰρημένο)ν ἐν τοῖς ἀρχαῖς τοῦ Ἱερεμίου περὶ Χριστοῦ ἐκινήθησαν, οὐ πληρω- θέντων μὲν ἐν τῷ προφήτῃ τότε ἀρξαμένων δὲ πληροῦσθαι ἐν τῷ Ἰησοῦ, ὃν ἔρετο ὁ θεὸς εἰς »ἔθνη καὶ βασιλείας, ἐκριζοῦν καὶ κατασκάπτειν καὶ ἀπολλύειν καὶ ἀνοικοδομεῖν καὶ καταφυτεύειν«, προφήτην αὐτὸν εἰς ἔθνη γενέσθαι ποιήσας οἷς ἐκήρυξε τὸν λόγον. ἀλλὰ καὶ οἱ λέγοντες ὅτι εἷς τις ἦν τῶν προφητῶν, τοιαῦτα περὶ αὐτοῦ ὑπελάμβανον διὰ τὰ ἐν τοῖς προφήταις ὡς πρὸς αὐτοὺς μὲν ῤηθέντα οὐ πεπληρωμένα δὲ ἐπ᾿ αὐτοῖς. Ἀλλ᾿ οἱ μὲν Ἰουδαῖοι, ὡς ἄξιοι τοῦ ἐπὶ τῇ καρδίᾳ αὐτῶν καλύμματος, ἐψευδοδόξουν περὶ τοῦ Ἰησοῦ. Πέτρος δέ, ὡς οὐ σαρκὸς καὶ αἵματος μαθητὴς ἀλλὰ καὶ χωρήσας ἀποκάλυψιν τοῦ ἐν οὐρανοῖς πατρός, ***ὡμολόγησεν αὐτὸν τὸν Χριστὸν τυγχάνειν. ἦν μέν οὖν καὶ τὸ ὑπὸ τοῦ Πέτρου λεγόμενον τῷ σωτῆρι, τὸ σὺ εἶ ὁ Χριστός, μὴ γινωσκόμενον ὑπὸ τῶν Ἰουδαίων ὅτι Χριστὸς εἴη, μέγα· μεῖζον δὲ ὅτι ἠπίστατο αὐτὸν οὐ μόνον Χριστὸν εἶναι, ἀλλὰ καὶ υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος καὶ διὰ τῶν προφητῶν εἰρηκότος »ζῶ ἐγώ«, ***καὶ*** ἐμὲ ἐγκατέλιπον, πηγὴν ὕδατος ζῶντος«. καὶ ζωὴ δὲ ὡς ἀπὸ πηγῆς ζωῆς τοῦ πατρὸς ὁ εἰπών· ἐγώ εἰμι ἡ ζωή«. καὶ πρόσχες ἐπιμελῶς εἰ μή, ὥσπερ οὐ ταὐτόν ἐστι πηγὴ ποταμοῦ καὶ ποταμός, οὕτως πηγὴ ζωῆς καὶ ζωή. καὶ ταῦτα δὲ προσεθήκαμεν διὰ τὸ προσκεῖσθαι τῷ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τὸ τοῦ ζῶντος· ἐξαίρετον γάρ τι ἐχρῆν παραστῆσαι ἐν τῷ λεγομένῳ περὶ τοῦ θεοῦ καὶ πατρὸς τῶν ὅλων, ὡς ζῶντος παρά τε τὴν αὐτοζωὴν καὶ τὰ μετέχοντα αὐτῆς. ἐπεὶ δὲ εἴπομεν μὴ ἀπό τινων ὑγιῶν δογμάτων εἰρηκέναι τοὺς ἀποφηναμένους εἶναι τὸν ᾿Ιησοῦν Ἰωάννην τὸν βαπτιστὴν ἤ τινα τῶν ἐπιφερομένων, κατασκευάσωμεν καὶ τοῦτο λέγοντες ὅτι, εἰ παρατετεύχεισαν ἐπὶ τὸ βάπτισμα ἀπεληλυθότι τῷ Ἰησοῦ πρὸς τὸν Ἰωάννην καὶ βαπτίζοντι τῷ Ἰωάννῃ τὸν Ἰησοῦν, ἢ ἀκηκόεισαν παρά τινος, οὐκ ἂv ἔλεγον Ἰησοῦν εἶναι τόν Ἰωάννην. ἀλλὰ καὶ εἰ νενοήκεισαν τὸ δόγμα ἀφ᾿ οὗ εἶπεν ὁ Ἰησοῦς· »εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι«, καὶ ὡς ἔχοντες »ὦτα« ἀκηκόεισαν τοῦ λελεγμένου, οὐκ ἂν εἶπόν τινες αὐτὸν εἶναι Ἠλίαν. καὶ οἱ εἰπόντες αὐτὸν εἶναι Ἱερεμίαν, εἰ ἑώρων ὅτι οἱ πλεῖστοι τῶν προφητῶν συμβολικά τινα αὐτοῦ ἀνειλήφασιν, οὐκ ἂν ἔλεγον αὐτὸν εἶναι Ἱερεμίαν· ὁμοίως δὲ οὐδὲ ἄλλοι00 ἕνα τινὰ τῶν προφητῶν.