Ancient Greek · ~10 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.12
Not analysed yet
Νοήσαντες δὲ ὡς ἑκάστη τῶν ἁμαρτιῶν, δι᾿ ὧν ἔστιν ἐν ᾅδου γενέσθαι, πύλη ἐστὶν ᾅδου, καταληψόμεθα ὅτι ἡ ἔχουσα »σπῖλον ἢ ῥυτίδα ἤ τι τῶν τοιούτων« καὶ διὰ τὴν κακίαν μηδὲ »ἁγία« μηδὲ »ἄμωμος« τυγχάνουσα ψυχὴ οὔτε πέτρα ἐστίν, ἐφ’ ἣν ὁ Χριστὸς οἰκοδομεῖ, οὔτε ἐκκλησία οὔτε ἐκκλησίας μέρος, ἥν ἐπὶ τὴν πέτραν ὁ Χριστὸς οἰκοδομεῖ. ἐὰν δέ τις πρὸς ταῦτα δυσωπεῖν ἡμᾶς βούληται διὰ τὰ πλήθη τῶν πιστεύειν νομιζομένων ἐκκλησιαστικῶν, λεκτέον αὐῷ οὐ μόνον τὸ »πολλοὶ κλητοί, ὀλίγοι δὲ ἐκλε- κτοί«, ἀλλὰ καὶ τὸ ὑπὸ τοῦ σωτῆρος πρὸς τοὺς προσιόντας αὐτῷ λελεγμένον (ὡς ἐν τῷ κατὰ Λουκᾶν οὕτως ἔχον· »ἀγωνίζεσθε εἰσελθεῖν διὰ τῆς στενῆς θύρας, ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν (διὰ τῆς στενῆς) καὶ οὐκ ἰσχύσουσι«, καὶ τὸ ἐν τῷ κατὰ Ματθαῖον δὲ γεγραμμενον τουτον τον τροπον ρητεον· ὅτι στενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν«. προσέχων δὲ τῷ »ὅτι πολλοί, λέγω ὑμῖν, ζητήσουσιν εἰσελθεῖν καὶ οὐκ ἰσχύσουσι« συνήσεις ὅτι τοῦτο ἐπὶ τοὺς οὐχοῦντος μέν εἶναι ἀπὸ τῆς ἐκκλησίας, ἀσθενῶς δὲ καὶ παρὰ τὸν λόγον βιοῦντας ἀναφέρεται. οἱ μὲν οὖν μὴ ἰσχύοντες εἰσελθεῖν τῶν ζητούντων εἰσελθεῖν, τῷ πύλας ᾅδου κατισχύειν αὐτῶν οὐκ ἂν ἰσχύοιεν· ὧν δὲ πύλαι ᾅδου οὐ κατισχύουσιν, οὗτοι ζητοῦντες εἰσελθεῖν ἰσχύσουσι, »πάντα« ἰσχύοντες »ἐν τῷ ἐνδυναμοῦντι« αὐτοὺς »Χριστῷ Ἰη- σοῦ«. καὶ τοῦτο δὲ χρὴ εἰδέναι ὅτι, ὥοπερ αἱ πόλεων πύλαι ὀνόματα ἔχουσιν ἑκάστη οἰκεῖα, τὸν αὐτὸν τρόπον αἱ τοῦ ᾅδου πύλαι ὀνομασθεῖεν ἂν κατὰ τὰ εἴδη τῶν ἁμαρτημάτων· ὡς μίαν μὲν ὀνομάζεσθαι πύλην ᾅδου πορνείαν, δι᾿ ἧς ὁδεύουσιν οἱ πορνεύοντες, ἑτέραν δὲ ἄρνησιν, δι᾿ ἧς ἀρνησίθεοι εἰς ᾅδου καταβαίνου- σιν ***ἤδη δἐ καὶ ἕκαστος τῶν ἑτεροδόξων καὶ γεννησάντων τψευδώνυμόν τινα γνῶσιν ᾠκοδόμησεν ᾅδου πύλην, ἄλλην μὲν Μαρκίων καὶ Βασιλίδης ἄλλην κὰι Οὐαλεντῖνος ἄλλην. καὶ οὕτως ἕκαστος μὲν τῶν πατέρων μοχθηρᾶς γνώμης ἀρχιτέκτων γέγονε πύλης τινὸς ᾅδου· οἱ δὲ συνεργοὶ τῇ τοῦ ἀρχιτέκτονος τῶν τοιούτων διδασκαλίᾶ, ὑπουργοί τινες καὶ οἰκονόμοι δουλεύοντες μοχθηρῷ ἀρχιτεκτονικῷ ἀσεβείας λόγῳ. πολλῶν δὲ καὶ δυσαριθμήτων οὐσῶν τῶν ᾅδου πυλῶν, οὐδεμία πύλη ᾅδου κατισχύσει τῆς πέτρας ἢ ἐκκλησίας, ἣν ἐπ᾿ αὐτῇ Χριστὸς οἰκοδομεῖ. πλὴν ἔχουσί τινα ἰσχὺν αὗται αἱ πύλαι, ἀφ᾿ ἧς τινῶν μὲν κρατοῦσι τῶν μὴ ἀντιτεινόντων καὶ ἀνταγωνιζομένων πρὸς αὐτάς, ὑφ᾿ ἑτέρων δὲ νικῶνται τῶν διὰ τὸ μὴ ἀφίστασθαι τοῦ εἰπόντος· »ἐγώ εἰμι ἡ θύρα« πάσας τὰς ᾅδου πύλας καθελόντων ἀπὸ τῆς ἑαυτῶν ψυχῆς.