Ancient Greek · ~11 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.13
Not analysed yet
Ἐνταῦθa μὲν οὖν πύλαι ᾅδου έͅρηνται, ἐν δὲ τοῖς Ψαλμοῖς ὁ προφήτης εὐχαριστεῖ λέγων· »ὁ ὑφῶν με ἐκ τῶν πυλῶν τοῦ θανάτου, ὅπως ἂν ἐξαγγείλω πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλοις τῆς θυγατρὸς Σιών«. καὶ ἐκ τούτου δέ μανθάνομεν ὅτι μήποτε οὐχ οἷόν τέ ἐστιν πάσας δυνηθῆναι ἐξαγγεῖλαι »τὰς αἰνέσεις« τινὰ τοῦ θεοῦ, μὴ ὑψωθέντα »ἐκ τῶν πυλῶν τοῦ θανάτου« καὶ γενόμενον παρὰ »ταῖς πύλαις« »Σιών«. πύλαι δέ »Σιὼν« ἐναντίαι <ἂν> νοηθεῖεν πύλαις »τοῦ θανάτου«, ὡς εἶναι πύλην μὲν θανάτου τὴν ἀκολασίαν πύλην δὲ Σιὼν τὴν σωφροσύνην, καὶ οὕτω θανάτου μέν τὴν ἀδικίαν Σιὼν δέ τὴν δικαιοσύνην ἥντινα δεικνὺς ὁ προφήτης φησίν· »αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν οὐτῇ«) κοὶ πάλιν τὴν μέν δειλίαν θανάτου πύλην τὴν δὲ ἀνδρείαν Σιών. καὶ ἀφροσύνην μὲν θανάτου τὴν δέ ἐναντίαν οὐτῇ φρόνησιν τῆς Σιών. πάσαις δὲ ταῖς πύλαις τῆς »ψευδωνύμου γνώ- σεως« μία ἐναντία ἐστὶ πύλη ἡ τῆς ἀψευδοῦς γνώσεως ***. ᾿Επίστησον δέ εἰ δύνασαι διὰ τὸ οὐκ ἔστιν ἡμῖν ἡ Πόλη πρὸς αἷμα καὶ σάρκα«, καὶ τὰ λοιπὰ) λέγειν ἑκάστην ἐξουσίαν καὶ κοσμοκράτορα »τοῦ σκότους τούτου« καὶ πνευματικὸν »τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις« πύλην εἶναι ᾅδου καὶ πύλην θανάτου. πύλαι οὖν ᾅδου λέγοιντο καὶ αἱ ἀρχαὶ καὶ ἐξουσίαι, πρὸς ἃς »ἡμῖν ἡ πύλοι δέ δικαιοσύνης »τὰ λειτουργικὰ πνεύματα«. ὥσπερ δέ ἐπὶ τῶν κρειττόνων πολλαὶ προλέγονται πύλαι καὶ μετὰ τὰς πολλὰς μία ἐν τῷ »ἀνόξατέ μοι πύλας δικαιοσύνης· εἰσελθὼν ἐν αὐταῖς ἐξομολογήσομαι τῷ κυρίῳ« καὶ »αὕτη ἡ πύλη τοῦ κυρίου, δίκαιοι εἰσελεύσονται ἐν αὐτῇ«, οὕτω καὶ ἐπὶ τῶν ἐναντίων πολλαὶ μέν πύλαι ᾅδου καὶ θανάτου, ἑκάστη ἐξουσία <,πρὸς ἃς ἡμῖν ἡ πάλη>, ὑπέρ πάσας δέ ταύτας οὐτὸς ὁ πονηρὸς ρὸς <πύλη ἐστὶ θανάτου καὶ προσέχωμέν γε ἐφ’ ἑκάστης ἀμαρτίας ὡς εἰς πύλην ᾅδου τινὰ καταβαίνοντες, εἰ ἁμαρτάνομεν· ἀλλὰ ὑψούμενοι »ἐκ τῶν πυλῶν τοῦ θανάτου« ἐξαγγείλωμεν »πάσας τὰς αἰνέσεις« τοῦ κυρίου ἐν τοῖς Πύλαις τῆς θυγατρὸς Σιών«. οἷον ἐν μιᾷ πύλῃ τῆς θυγατρὸς Σιών, τῇ καλουμένῃ σωφροσύνῃ, ἐξαγγελοῦμεν ἀπὸ σωφροσύνης τὰς αἰνέσεις τοῦ θεοῦ, καὶ ἐν ἄλλῃ, τῇ <καλουμένῃ> δικαιοσύνῃ, ἀπὸ τὰς αἰνέσεις τοῦ θεοῦ. καὶ ἁπαξαπλῶς ἐν πᾶσιν οἶς γινόμεθα ἐπαινετοῖς, ἐν τούτοις γινόμεθα ἔν τινι πύλῃ τῆς θυγατρὸς Σιών, κατ’ ἐκείνην ἐξαγγέλλοντες αἴνεσίν τινα τοῦ θεοῦ. ἐξεταστέον δέ πῶς ἔν τινι τῶν δώδεκα λέλεκται· »ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα, καὶ λόγον ὅσιον ἐβδελύξαντο«. μήποτε οὖν ὁ ἐν πύλαις« ἐλέγχων εστὶν ἀπὸ πυλῶν θυγατρὸς Σιὼν τοὺς ἐν τοῖς ἐναντίοις τῆς πύλης ταύτης γενομένους ἁμαρτήμασι καὶ πυλῶν ᾅδου ἢ θανάτου. εἰ δὲ μὴ οὕτως ἀκούοις τοῦ »ἐμίσησαν ἐν πύλαις ἐλέγχοντα«, ἤτοι παρελκόντως ἔσται εἰρημένον τὸ »ἐν πύλαις«, ἢ ζήτει πῶς ἂν ἄξιον προφητικοῦ πνεύματος εἴη τὸ λελεγμένον.