Ancient Greek · ~15 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.14.1
Not analysed yet
Μετὰ ταῦτα ἴδωμεν πῶς λέλεκται τῷ Πέτρῳ καὶ ποντὶ ***Πέτρῳ τὸ δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν. καὶ πρῶτόν γε νομίζω ἀκολούθως λελέχθαι τῷ πύλαι ᾅδου οὐ κατισχύσουσιν |αὐτῆς τὸ δώσω σοι τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν. ἄξιος γὰρ ἀπὸ τοῦ αὐτοῦ λόγου λαβεῖν ἐστι τὰς κλεῖδας τῆς τῶν οὐρανῶν βασιλείας ὁφραξάμενος πρὸς] τὰς τοῦ ᾅδου πύλας, ἵνα μὴ κατισχύσωσιν αὐτοῦ· οἱονεὶ ἆθλα λαμβάνων τοῦ μηδὲν δεδυνῆσθαι κοτ’ αὐτοῦ τὰς τοῦ ᾅδου πύλας τὰς κλεῖδας τῆς τῶν οὐρανῶν βασιλείας, ἵν᾿ ἑαυτῷ ἀνοίγῃ τὰς κεκλεισμένας πύλας τοῖς νικωμένοις ὑπὸ τῶν τοῦ ᾅδου πυλῶν. καὶ εἰσέρχεται, ὡς μέν σώφρων, διό τινος ἀνοιγομένης σωφροσύνης πύλης ὑπὸ κλειδὸς ἀνοιγούσης σωφροσύνης, καὶ δι’ ἑτέρας, ὡς δίκαιος, δικαιοσύνης πύλης ἀνοιγομένης ὑπὸ κλειδὸς δικαιοσύνης· καὶ οὕτως ἐπὶ τῶν λοιπῶν ἀρετῶν. οἶμαι γάρ, ὅτι ὑπέρ ἑκάστης ἀρετῆς τῆς γνώσεώς τινα σοφίας μυστήρια κατάλληλα τῷ εἴδει τῆς ἀρετῆς ἀνοίγεται τῷ κατ’ ἀρετὴν βιώσαντι διδόντος τοῦ σωτῆρος τοῖς μὴ κρατηθεῖσιν ὑπὸ τῶν τοῦ ἅδου πυλῶν τοσαύτας κλεῖδας ὅσαι εἰσὶν αἱ ἀρεταί, ἀνοιγούσας ἰσαρίθμους πύλας, καταλλήλους κατὰ τὴν ἀποκάλυψιν τῶν μυστηρίων ἑκάστη ἀρετῇ. τάχα δὲ καὶ ἑκάστη ἀρετὴ οὐρανοῦ ἐστι βασιλεία, καὶ πᾶσαι ἅμα βασιλεία τῶν οὐρανῶν· ὡς κατὰ τοῦτο ἤδη ἐν βασιλείᾳ εἶναι οὐρανῶν τὸν κατὰ τὰς ἀρετὰς βιοῦντα, ὡς κατὰ τοῦτο τὸ »μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν« οὐκ ἐπὶ χρόνον ἀναφέρεσθαι, ἀλλὰ ἐπὶ τὰς πράξεις καὶ τὴν διάθεσιν· ὁ Χριστὸς γάρ, ἡ πᾶσα ἀρετή, ἐΠιδεδήμηκε καὶ λαλεῖ. καὶ διὰ τοῦτο ἐντός ἐστι« τῶν αὐτοῦ μαθητῶν »ἡ βασιλεία τοῦ θεοῦ«, καὶ οὐχὶ ὧδε καὶ ὧδε«. Ὅρα δέ ὅσην ἔχει ἐξουσίαν ἡ πέτρα, ἐφ᾿ ἣν ὑπὸ Χριστοῦ οἰκοδομεῖται ἡ ἐκκλησία, καὶ πᾶς ὁ λέγων· σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος, ὥστε τὰς κρίσεις μένειν βεβαίας τούτου, ὡς κρίνοντος ἐν αὐτῷ τοῦ θεοῦ, ἶνα ἐν αὐτῷ τῷ κρίνειν μὴ κατισχύσωσιν οὐτοῦ πύλοι ᾅδου. τοῦ μὲν οὖν ἀδίκως κρίνοντος καὶ μὴ κατὰ λόγον θεοῦ δεσμεύοντος ἐπὶ γῆς μηδὲ κατὰ βούλησιν αὐτοῦ λύοντος ἐπὶ γῆς, πύλαι ᾅδου κατισχύουσιν. οὗ δέ πύλοι ᾅδου οὐ κατισχύουσιν, οὗτος δικαίως κρίνει· διὸ ἔχει τὰς κλεῖδας τῆς βασιλείας τῶν οὐρανῶν, ἀνοίγων τοῖς λελυμένοις ἐπὶ γῆς, ἶνα καὶ ἐν οὐρανοῖς ὦσι λελυμένοι καὶ ἐλεύθεροι, καὶ κλείων τοῖς κρίσει δικαίᾳ αὐτοῦ δεδεμένοις ἐΠὶ γῆς, ἶνα καὶ ἐν οὐρανοῖς ὦαι δεδεμένοι καὶ κεκριμένοι. ἐπεὶ δέ οἱ τὸν τόΠον τῆς ἐπισκοπῆς ἐκδικοῦντες χρῶνται τῷ ῥητῷ ὡς Πέτρος, καὶ τὰς κλεῖδας τῆς τῶν οὐρανῶν βασιλείας ἀπὸ τοῦ σωτῆρος εἰληφότες διδάσκουσί τε τὰ ὑπ᾿ αὐτῶν δεδεμένα τουτέστι καταδεδικασμένα κοὶ ἐν οὐρανοῖς δεδέσθαι καὶ τὰ ὑπ’ αὐτῶν τῶν <λελυμένα τουτέστιν> εἰληφότα καὶ ἐν οὐρανοῖς λελύσθαι, λεκτέον ὅτι ὑγιῶς λέγουσιν, εἰ ἔχουσιν ἔργον δι’ ὃ εἴρηται ἐκείνῳ τῷ Πέτρῳ· σὺ εἶ Πέτρος, καὶ εἰ τηλικοῦτοί εἰσιν, ὡς ἐπ᾿ αὐτοῖς ὑπὸ Χριστοῦ οἰκοδομεῖσθαι τὴν ἐκκλησίαν, καὶ ἐπ᾿ αὐτοὺς εὐλόγως τοῦτο ἀναφέροιτ’ ἄν. πύλαι δὲ ᾅδου οὐκ ὀφείλουσι κατισχύειν τοῦ θέλοντος δεσμεῖν κοὶ λύειν. εἰ δὲ »σειραῖς τῶν ἁμαρτημάτων αὐτοῦ ἔσφιγ- κται«***, μάτην καὶ δεσμεῖ καὶ λύει. καὶ τάχα δύνανσαι εἰπεῖν· ἐν τοῖς ἐν τῷ σοφῷ οὐρανοῖς (ταῖς ἀρεταῖς) ὁ φαῦλος, καὶ πάλιν δὲ λέλυται ἐν αὐταῖς ὁ σπουδαῖος καὶ ἀμνηστίαν λαβὼν τῶν πρὸ τῆς ἀρετῆς αὐτῷ ἡμαρτημένων. ὥσπερ δὲ τὸν μὴ ἔχοντα σειρὰς ἁμαρτιῶν μηδὲ ἁμαρτίας παραβαλλομένας »σχοινίῳ μα- κρῷ« ἢ ζυγοῦ ἱμάντι δαμάλεως« οὐδὲ ὁ θεὸς ἂν δήσαιτο, οὕτως οὐδ’ ὅστις ἂν ᾖ Πέτρος. εἰ δέ τις μὴ ὢν Πέτρος καὶ μὴ ἔχων τὰ εἰρημένα ἐνταῦθα, ὥσπερ Πέτρος οἴεται δήσειν ἐπὶ γῆς ὡς τὰ δεδεμένα δεδέσθαι ἐν οὐρανοῖς, κοὶ λύσειν ἐπὶ γῆς ὡς τὰ λελυμένα λελύσθαι ἐν οὐρανοῖς, οὗτος »τε- τύφωται« μὴ ἐπιστάμενος τὸ βούλημα τῶν γραφῶν, καὶ »τυφωθεῖς« ἐμπέπτωκεν »εἰς τὸ τοῦ διαβόλου κρίμα«.