Ancient Greek · ~15 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.15.1
Not analysed yet
Τότε διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός (16. 20 [—23]). Ἀνωτέρω μὲν γέγραπται ὅτι »τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς λέγων αὐτοῖς· εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε« καὶ ὅσα ἑξῆς ἀναγέγραπται εἰρηκέναι οὐτοῖς, πέμπων αὐτοὺς ἐπὶ τὴν ἀποστολήν. ἆρα οὖν τὸ τῶν ἀποστόλων ἤδη Ποιοῦντας ἔργον αὐτοὺς ἐβούλετο <καὶ> κηρύσσειν οὐτὸς εἴη ὁ Χριστός; εἴτε γὰρ ἐβούλετο, ἄξιον ζητῆσαι τί δήποτε νῦν διαστέλλεται τοῖς μαθηταῖς ἵνα μὴ εἴπωσιν ὅτι αὐτὸς εἴη ὁ Χριστός; εἴτε μὴ ἐβούλετο, πῶς δύναται σώζεσθαι τὰ τῆς ἀποστολῆς; καὶ ταῦτα δ’ ἄν τις ζητήσαι κατὰ τὸν τόπον· ἆρα ἀποστέλλων τοὺς δώδεκα οὐκ ἀπέστελλεν αὐτοὺς φρονοῦντας ὅτι αὐτὸς εἴη ὁ Χριστός; εἰ δὲ τοῦτο ἐφρόνουν οἱ δώδεκα, δηλονότι καὶ ὁ Πέτρος· πῶς οὖν μακαρίζεται νῦν ἐμφαίνει γὰρ ἡ λέξις διὰ τούτων ὅτι νῦν πρῶτον αὐτὸν ὡμολόγησεν ὁ Πέτρος Χριστὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος«. ὁ μὲν οἶν Ματθαῖος πεποίηκε κατά τινα τῶν ἀντιγράφων τὸ τότε διεστείλατο τοῖς μαθηταῖς ἴνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός, ὁ δὲ Μᾶρκος »ἐπετίμησεν αὐτοῖς« φησιν ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ«, ὁ δὲ Λουκᾶς »ἐπιτιμήσας« φησὶν »αὐτοῖς παρήγγειλε μηδενὶ λέγειν τοῦτο« —τί δὲ »τοῦτο« ἢ ὅτι καὶ κατ’ αὐτὸν ἀποκριθεὶς ὁ Πέτρος εἶπε (πρὸς »τίνα με λέγετε εἶναι«;) · »τὸν Χριστὸν τοῦ θεοῦ«. ἰστέον μέντοι ὅτι τινὰ τῶν ἀντιγράφων τοῦ κατὰ Ματθαῖον ἔχει τὸ ἐπετίμησεν. ἡ μὲν οὖν ἐπαπάρησις δοκεῖ μοι εἶναι γενναιοτάτη· λύσις δὲ αὐτῆς ἀναντίρρητος ζητηθήτω, ἣν ὁ εὑρίσκων, ἐὰν ᾖ πιστικωτέρα τῶν ὑφ’ ἡμῶν λεχθησομένων ὡς ὑπὸ μετρίων, εἰς μέσον φερετω. Πρόσχες οὖν εἰ δύνασαι λέγειν ὅτι τὸ πιστεύεσθαι Ἰησοῦν εἶναι τὸν Χριστὸν ἔλαττόν ἐστι τοῦ γινώσκεσθαι τὸ πεπιστευμένον· τάχα δὲ καὶ τοῦ γινώσκεσθαι Ἰησοῦν εἶναι τὸν Χριστὸν διαφορά ἐστιν, οὐ παντὸς τοῦ γινώσκοντος ὁμοίως οὐτὸν γινώσκοντος. ὅτι μέν οὖν τὸ πιστεύεσθαι χωρὶς γνώσεως ἔλαττόν ἐστι τοῦ γινώσκεσθαι, δῆλον ἐκ τοῦ κατὰ Ἰωάννην · »***ἐὰν μείνητε ἐν τῲ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ ἀλήθεια ἐλευθερώσει ὑμᾶς«. ὅτι δὲ καὶ τοῦ γινώσκεσθαι Ἰησοῦν εἶναι τὸν Χριστὸν διαφορά ἐστιν, οὐκ ἐπίσης τῶν γινωσκόντων γινωοκόντων αὐτόν, καὶ αὐτὴ μὲν ἡ ἐνάργεια τῷ κἂν ἐπὶ ποσὸν ἐπιστήσαντι παρίστησι τὸ πρᾶγμα· τίς γὰρ οὐκ ἂν ὁμολογήσαι ὅτι (φέρ᾿ εἰπεῖν) Τιμόθεος γινώακων Ἰησοῦν εἶναι τὸν Χριστὸν οὐκ ἐπὶ τοσοῦτον πεφώτιοτο εἰς τὴν περὶ αὐτοῦ γνῶσιν, ὅσον ὁ ἀπόστολος Ποῦλος πεφώτιοτο; καὶ τοῦτο δ᾿ αὖ τίς οὐκ ἂν παραδέξαιτο ὅτι, κἂν πλείονες ἀληθεύοντες λέγωσι περὶ θεοῦ ὅτι »αὐτός μοι δέδωκε τῶν ὄντων γνῶσιν ἀφευδῆ«, οὐχ ὁμοίως τρανοῦντες καὶ καταλαμβάνοντες τὰ γινωσκώμενα οὐδὲ τῷ ἀριθμῷ τοσαῦτα γινώσκοντες τοῦτο ἐροῦσιν; οὐ μόνον δἐ κατὰ τὴν διαφορὰν τοῦ γινώσκειν ἔστι τοὺς γινώσκοντας μὴ ὁμοίως γινώσκειν, ἀλλὰ καὶ κατὰ τὸ παραστῆσαν τὴν γνῶσιν, ὡς κατὰ τουτο του αποκαλυψαντος του πατρὸς τὸν υἱὸν ἐγνωκότα ὡς Πέτρος μεμαρτύρηται ἐγνωκέναι) ἔχειν τὸν ἀνωτάτω μακαρισμόν. εἰ δὲ ὑγιῶς ἡμῖν ταῦτα εἴρηται, ἐπιστήσεις εἰ οἱ δώδεκα πρότερον μὲν ἐπίστευον οὐκ ἐγίνωσκον δέ, ἑξῆς δὲ τῷ πιστεύειν καὶ ἀρχὰς εἶχον τοῦ γινώσκειν καὶ ὀλιγώτερα περὶ αὐτοῦ ἐγίνωσκον, ὕστερον δὲ προὔκοπτον ἐν τῷ γινώσκειν, ὡς δύνασθαι χωρῆσαι τὴν ἀπὸ τοῦ πατρὸς γνῶσιν ἀποκαλύπτοντος τὸν υἱὸν —ἐν ὁποία καταστάσει ὁ Πέτρος ἦν ἡνίκα ἐμακαρίσθη· καὶ γὰρ μακαρίζεται οὐκ ἐπὶ τῷ εἰρηκέναι· »σὺ εἶ ὁ Χριστὸς« μόνον, ἀλλὰ μετὰ τῆς προσθήκης τῆς ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος«. οἱ γοῦν ἀναγράψαντες Μᾶρκος καὶ Λουκᾶς ἀποκριθέντα τὸν Πέτρον εἰρηκέναι· σὺ εἶ ὁ Χριστὸς« καὶ μὴ προσθέντες τὸ παρὰ τῷ Ματθαίῳ κείμενον <»ὁ υἱὸς θεοῦ τοῦ ζῶντος«, διὰ τοῦτο> οὐκ ἀνέγραψαν τὸν ἐπὶ τῷ εἰρημένῳ μακαρισμὸν καὶ τὴν μετὰ τὸν μακαρισμὸν εὐλογίαν λέγουσαν τὸ σὺ εἶ Πέτρος« και τα εξης.