Ancient Greek · ~4 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.16
Not analysed yet
Ἤδη δὲ καὶ τὸ πρῶτον ἐξεταστέον ὅτι τὰ μὲν ἄλλα περὶ αὐτοῦ κατήγγελλον ὡς μεγάλου καὶ θαυμαστοῦ, τὸ δὲ Χριστὸν 〈αὐτὸν〉 εἶναι οὐδέπω ἐκήρυσσον, ἵνα μὴ δοκοίη ὁ σωτὴρ ἀφαιρεῖν αὐτῶν τὴν ἐξουσίαν τὴν περὶ τοῦ καταγγέλλειν αὐτὸν Χριστόν, ἣν πρότερον ἐδωρήσατο. καὶ τάχα τις τῷ τοιούτῳ λόγῳ παραστήσεται φάσκων ὡς ἐν εἰσαγωγῇ δεδιδάχθαι ὑπὸ τῶν ἀποστόλων τοὺς Ἰουδαίους τὰ περὶ τοῦ Ἰησοῦ ἔνδοξα, ἵνα τούτοις ἐν καιρῷ ἐποικοδομηθῇ καὶ τὰ περὶ τοῦ Χριστὸν αὐτὸν εἶνοι. τάχα δὲ πολλὰ τῶν πρὸς αὐτοὺς λελεγμένων πρὸς πάντας εἰρῆσθαι τοὺς πιστεύοντας δυνάμει· οὐ γὰρ μόνοις τοῖς ἀποστόλοις ἐφήρμοζε τὸ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἔνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσι«, τάχα δὲ οὐδ᾿ ὅλως τοῖς ἀποστόλοις, ἀλλ᾿ ἅπασι τοῖς πιστεύειν μέλλουσι τὸ »παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον« καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ τὸ πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ« καὶ τὰ ἑξῆς οὐκ ἰδίως τοῖς ἀποστόλοις, ἀλλὰ καὶ πᾶσι τοῖς πιστεύουσιν εἴρηται. κατὰ τοῦτο οὖν προϋποτύπωσίς ἐστι διδασκαλίας διὰ τῶν πρὸς τοὺς ἀποστόλους λελεγμε. νων, υστερον κἀκείνοις καὶ παντὶ τῷ διδάσκοντι εἰς χρῆσιν ἐλευσομένης.