Ancient Greek · ~8 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.17
Not analysed yet
Ὁ δέ βουλόμενος καὶ τὸ Χριστὸν αὐτὸν εἶναι κεκηρύχθαι πρότερον ὑπὸ τῶν ἀκουσάντων ἀποστόλων τὸ »ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· κοὶ ὁ εἰς τὸ οὖς ἀκούετε, κηρύσσετε ἐπὶ τῶν δωμάτων« ἐρεῖ ὅτι οἱονεὶ κατηχῆσαι ἠθέλησε πρότερον <ἀμαυρότερον> <παρὰ> τῶν ἀποστόλων τὸ Χριστοῦ ὄνομα, εἶτ᾿ ἐᾶσαι τοῦτο οἱονεὶ πεφθῆναι ἐν ταῖς διανοίαις τῶν ἀκουσάντων, ἵνα σιωπῆς γενομένης τοῦ τὸ τοιοῦτον περὶ αὐτοῦ κηρύσσεσθαι, εὐκαιρότερον ἐποικοδομηθῇ τοῖς προκατηχηθεῖσι Χριστὸς Ἰησοῦς ἐσταυρωμένος καὶ ἐκ νεκρων εγηγερμενος. οπερ εν ταις qui confessus fuerit me corani hominibus« et cetera non apostolis, sed omnibus credentibus dicta sunt. secundum hoe ergo dicendum est, quod praemissa fuit illa doctrina quae factaestad apostolos, postea autem inplenda, ut videantur ea quidem, quae superius de adnuntiando Christo sunt dicta a Christo, non ad tempus pertinere quod fuit ante Christi resurrectionem, sed ad tempora post futura, haec autem quae mandat ut nemini dicant, timc apostoHs convenire. ἀρχαῖς οὐδὲ αὐτοὶ οἱ ἀπόστολοι ᾔδεισαν· γέγραπται γὰρ ἐν τοῖς νῦν ἐξεταζομένοις ὅτι ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς ῾Ιεροσόλυμα ἀπελθεῖν καὶ τάδε καὶ τάδε παθεῖν. εἰ δὲ ταῦτα νῦν οἱ ἀπόστολοι μανθάνουσι παρὰ τοῦ Ἰησοῦ ἀπαντησόμενα αὐτῷ, τὴν ἀπὸ τῶν πρεσβυτέρων ἐπιβουλὴν καὶ ὡς ἀναιρεθήσεται καὶ ὡς μετὰ ταῦτα τῇ τρίτη ἡμέρᾳ ἐκ νεκρῶν »ἀναστήσεται«, τί χρὴ νομίζειν ἐγνωκέναι πρότερον τοὺς μαθητευομένους παρὰ τοῖς ἀποστόλοις περὶ τοῦ Ἰησοῦ ἢ ὅτι, εἰ κοὶ κατηγγέλλετο αὐτοῖς Χριστός, ὡς ἐν εἰσαγωγῇ κατηγγέλλετο οὐ τρανουσῃ τὰ κατ’ αὐτόν; καὶ γὰρ ὁ σωτὴρ ἡμῶν ἐβούλετο, διαστελλόμενος τοῖς μαθηταῖς ἶνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός, τηρῆσαι τὴν τὴν τελειοτέραν περὶ αὐτοῦ διδασκαλίαν ἐπιτηδειοτέρῳ καιρῷ, ὅτε ἠδύναντο μαρτυρῆσαι τοῖς ἑωρακόσιν αὐτὸν σταυρούμενον τὰ περὶ τῆς ἀναστάσεως αὐτοῦ οἱ ἑωρακότες αὐτὸν σταυρούμενον καὶ ἀναστάντα μαθηταί. εἰ γὰρ οἱ ἀεὶ αὐτῷ συνόντες ἀπόστολοι καὶ πάντα ἑωρακότες »ἃ ἐποίει θαυμάσια« καὶ μαρτυροῦντες αὐτοῦ τοῖς λόγοις ὅτι »ῥήματα ζωῆς αἰωνίου« ἦσαν, ἐσκανδαλίσθησαν περὶ τὴν νύκτα τοῦ προδεδόσθαι αὐτόν, τί οἴει <ἂν> παθεῖν τοὺς <μανθάνοντας> μαθόντας, αὐτὸς εἴη ὁ Χριστός; ὧν (οἶμαι) φειδόμενος τοῦτα διεστείλατο.