Ancient Greek · ~8 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.18
Not analysed yet
Ὁ δέ βουλόμενος τὰ εἰρημένα πρὸς τοὺς δώδεκα εἰς τοὺς μετὰ ταῦτα ἀναφέρεσθαι χρόνους, καὶ μηδέπω κατηγγελκέναι τοὺς ἀποστόλους τοῖς ἀκούουσιν αὐτῶν ὅτι αὐτὸς εἴη ὁ Χριστός, φήσει ὅτι ἐβούλετο τηρηθῆναι τὴν τοῦ Χριστοῦ |ἔννοιαν ἐπιπεπλεγμένην τῷ Ἰησοῦ ὀνόματι τῇ τελειοτέρᾳ κοὶ σωτηρίῳ κηρύξει, ὁποίαν ἐπιστάμενος ὁ Παῦλος ἔλεγε Κορινθίοις τὸ ἐγὼ δέ ἔκρινα μηδὲν εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον«. διὸ πρότερον μέν ᾿Ιησοῦν, τάδε τινὰ ποιοῦντα καὶ τοιάδε τινὰ αὐτὸν διδάσκοντα εἶναι ἐκήρυσσον. νῦν δ’ ὅτε Πέτρος Χριστὸν αὐτὸν εἶναι ὁμολογεῖ υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος«, ὡς μὴ βουλόμενος κηρύσσεσθαι αὐτὸν ἤδη Χριστόν, ἵν’ εὐκαιρότερον κηρυχθῇ καὶ ἐσταυρωμένος, διαστέλλεται τοῖς μαθηταῖς ἴνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. παρίσταται δέ πως τοῦτ᾿ εἶναι τὸ βούλημα αὐτοῦ κωλύοντος κηρύσσεσθαι αὐτὸν εἶναι Χριστὸν ἐκ τοῦ ἀπὸ τότε ἤρξατο ὁ Ἰησοῦς δεικνύειν τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς ῾Ιεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ παθεῖν ἀπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἐπιφερομένων. οἱονεὶ γὰρ τότε κατὰ τὸν καιρὸν ἐγνωκόσι τοῖς μαθηταῖς Ἰησοῦν εἶναι Χριστὸν υἱὸν »τοῦ θεοῦ τοῦ ζῶντος«, ἀποκαλύψαντος αὐτοῖς τοῦ πατρός, κηρύσσει (ἀντὶ τοῦ πιστεύειν αὐτοὺς εἰς Ἰησοῦν Χριστὸν »ἐσταυρωμένον«) πιστεύειν εἰς Ἰησοῦν Χριστὸν σταυρωθησόμενον, ἀλλὰ καὶ (ἀντὶ τοῦ εἰς Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐγηγερμένον ἐκ νεκρῶν«) διδάσκει αὐτοὺς Πιστεύειν εἰς ’Ιησοῦν Χριστὸν καὶ τοῦτον ἐγερθησόμενον ἐκ νεκρῶν. ἐπεὶ δὲ »ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισε θριομβεύσος ἐν πορρησίᾳ ἐν τῲ ξύλῳ«, εἴ τις ἐπαισχύνεται τὸν Χριστοῦ σταυρόν, ἐπαισχύνεται τὴν οἰκονομίαν δι᾿ ἣν ἐθριαμβεύθησαν ἐκεῖναι, δέον καὶ »καυχᾶσθαι ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ« τὸν καὶ πιστεύοντα καὶ ἐγνωκότα ταῦτα· »δι᾿ οὗ« Χριστοῦ σταυρουμένου τοῦ κόσμου τῷ πιστεύοντι ἐδειγματίσθησαν καὶ ἐθριαμβεύθησαν αἱ ἀρχαί, ἐν αἷς (οἶμαι) ἦν καὶ ὁ ἄρχων τοῦ αἰῶνος τούτου. διόπερ ἐγγὺς γενόμενος τοῦ παθεῖν εἶπε τὸ »νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου κέκριται« καὶ »νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· καὶ ἐὰν ὑψωθῶ (φησὶν) ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν«, οὐκέτι τοσοῦτον ὁbον 〈πρότερον〉 δυναμένου τοῦ 〈ἄρχοντος τοῦ〉 κωλύοντος ἔρχεσθαι πρὸς τὸν Ἰησοῦν τοὺς ἑλκομένους ὑπ αὐτοῦ.