Ancient Greek · ~4 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.19
Not analysed yet
Ἀναγκαῖον μέν οὖν τῷ κηρύσσεσθαι Ἰησοῦν Χριστὸν »ἐσταυρωμένον« κηρύσσεσθαι αὐτόν· 〈ἐλλιπὲς δέ ἐστιν αὐτὸν μέν κηρύσσειν, τὸν δὲ σταυρὸν αὐτοῦ σιωπᾶν〉. κοὶ οὐχ οὕτως ἐλλιπἐς εἶνοί μοι φαίνεται τὸ Ἰησοῦν εἰπεῖν τὸν Xριστον σιωπωμενου τινὸς των ἄλλων τεραστίων αὐτοῦ, ὡς σιωπωμένου τοῦ εἶναι αὐτὸν εσταυρωμενον. διόπερ τηρῶν τὸ τελειοτέρως κηρυχθῆναι ὑΠὸ τῶν ἀποστόλων τὰ περὶ αὐτοῦ, διεστείλατο τοῖς μαθηταῖς αὐτοῦ ἵνα μηδενὶ εἴπωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστὸς καὶ ηὐτρέπιζεν αὐτοὺς λέγειν ὅτι αὐτός ἐστιν ὁ Χριστὸς ὁ ἐσταυρωμένος καὶ ἐκ νεκρῶν ἀναστάς, ἡνίκα ἤρξατο οὐ μόνον λέγειν οὐδέ ἕως τοῦ διδάσκειν προκόπτειν, ἀλλὰ καὶ δεικνύναι τοῖς μαθηταῖς αὐτοῦ ὅτι δεῖ αὐτὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν καὶ τὰ ἑξῆς· πρόσεχε γὰρ τῇ δεικνύειν λέξει ὅτι, ὥσπερ τὰ αἰσθητὰ δείκνυσθαι λέγεται, οὕτως δείκνυσθαι εἴρηται ὑπὸ τοῦ Ἰηοοῦ τὰ ὑπ᾿ αὐτοῦ λεγόμενα τοῖς μαθηταῖς αὐτοῦ. καὶ οὐχ οὕτως οἶμαι δεδεῖχθαι τοῖς ἑωρακόσι σωματικῶς πολλὰ πάσχοντα αὐτὸν ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἔκαστον τοῖν ὁρωμένων, ὡς τοῖς μαθηταῖς τὴν λογικὴν δεῖξιν περὶ τουτου.