Ancient Greek · ~9 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.20
Not analysed yet
<Καὶ> τότε μέν δεικνύειν, εἰκὸς δ’ ὅτι μετὰ τοῦτο τοῖς χωρητικοῖς γινομένοις τρανότερον ἐδείκνυεν, οὐκέτι ὡς εἰσαγομένοις ἀρχόμενος δεικνύναι, ἤδη κοὶ προκόπτων ἐν τῷ δεικνύναι. καὶ εἴπερ ἐστὶν εὔλογον νοεῖν ὅτι πάντως οὗπερ ὁ Ἰησοῦς ἤρξατο τοῦτο ἐτέλεσε, πάντως ποτὲ ἐτέλεσεν ὃ ἤρξατο δεικνύειν τοῖς μαθηταῖς περὶ τοῦ δεῖν αὐτὸν τὰ γεγραμμένα ποθεῖν. ὅτε γὰρ τὴν ἀπὸ τοῦ λόγου περὶ τούτων <τῶν μυστηρίων> τελείαν γνῶσιν καταλαμβάνει τότε λεκτέον ἀπὸ λογικῆς δείξεως ὁρῶντος τοῦ νοῦ τὰ δεικνύμενα, τετελειῶσθαι τὴν δεῖξιν τῷ ταῦτα θεωρεῖν καὶ βουλομένῳ καὶ δυναμένῳ καὶ θεωροῦντι. ἐπεὶ δὲ οὐκ ἐνεδέχετο προφήτην ἀπολέσθαι ἔξω Ἱερουσαλὴμ« ἀπώλειαν ἀναλογίαν ἔχουσαν πρὸς τὸ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν«, διὰ τοῦτο ἔδει οὐ- τὸν εἰς Ἱεροσόλυμα ἀπελθεῖν, ἵνα πολλὰ παθὼν ἐν <Ἱεροσολύμοις καὶ ἀποκτανθεὶς ἐν> ἐκείνοις ἀπαρχὴν τῆς ἐκ νεκρῶν ἀναστάσεως ποιήση ἐν τοῖς »ἄνω« Ἱεροσολύμοις, <καταλείπων καὶ> >καταργῶν καὶ καταλύων τὴν ἐπὶ τῆς γῆς <Ἱερουσαλὴμ> μετὰ πάσης τῆς ἐν αὐτῇ λατρείας. ὅσον μὲν γὰρ »Χριστὸς« οὐκ »ἐγήγερται ἐκ νεκρῶν, ἀπαρχὴ τῶν κεκοιμημένων«, οὐδὲ συνηγέρθησαν αὐτῷ οἱ γινόμενοι σύμμορφοι τῷ θανάτῳ καὶ τῇ ἀναστάσει αὐτοῦ, κάτω ἐζητεῖτο ἡ τοῦ θεοῦ πόλις καὶ ὁ ναός, οἱ καθαρισμοὶ καὶ τὰ λοιπά· ὅτε δὲ τοῦτο γέγονεν, οὐκέτι ἀλλὰ τὰ ἄνω. ἅτινα ἶνα ἐνστῇ, ἔδει αὐτὸν εἰς τὰ κάτω Ἱεροσόλυμα ἀπελθεῖν καὶ πολλὰ ἐκεῖ παθεῖν ἀπὸ τῶν ἐν αὐτῇ πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων τοῦ λαοῦ, ἵαν δοξασθῇ <μὲν> ὑπὸ τῶν χωρούντων τὰς εὐεργεσίας αὐτοῦ οὐρανίων πρεσβυτέρων καὶ θειοτέρων ἀρχιερέων ὑπὸ ἀρχιερεῖ τῷ ἑνὶ τεταγμένων, δοξασθῇ δὲ ὑπὸ τῶν γραμματέων τοῦ λαοῦ ἀσχολουμένων περὶ γράμματα, οὐ τὰ γραφόμενα »μέλανι ἀλλὰ« τετρανωμένα »πνεύματι θεοῦ ζῶντος«, καὶ ἀποκτανθῇ μέν ἐν τοῖς κάτω Ἱεροσολύμοις, βασιλεύσῃ δέ ἀναστὰς ἐν »Σιὼν ὄρει κοὶ πόλει θεοῦ ζῶντος Ἱερουσαλὴμ ἐπουρανίῳ«. τῇ τρίτη δὲ ἡμέρᾳ ἐκ νεκρῶν ἀνέστη, ἶνα ῥυσάμενος »ἀπὸ τοῦ πονηροῦ« κοὶ τοῦ υἱοῦ αὐτοῦ, ἐν ᾧ τὸ ψεῦδος ἦν κοὶ ἡ ἀδικία καὶ ὁ πόλεμος καὶ πάντα τὰ ἐναντία οἷς ἐστιν ὁ Χριστός, ἔτι δὲ τοῦ μετασχηματιζομένου εἰς ἄγιον πνεῦμα βεβήλου πνεύματος, περιποιήσῃ τοῖς ῥυσθεῖσι βαπτίσασθαι τὸ πνεῦμα καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα »εἰς ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος«, ἅπερ τρεῖς ἡμέραι εἰσὶν ἅμα ἐνεστηκυῖαι αἰωνίως τοῖς δι αὐτὰς <γενομένοις> υἱοῖς τοῦ τάς.