Ancient Greek · ~7 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.21
Not analysed yet
Ἐπεὶ δὲ ἀνάξια τὰ πάθη ἐνόμιζεν εἶναι Χριστοῦ τοῦ υἱοῦ »τοῦ θεοῦ τοῦ ζῶντος«, ἥττονα δέ καὶ τοῦ ἀποκαλύψαντος αὐτῷ πατρὸς τὰ τηλικαῦτα περὶ αὐτοῦ οὐ γὰρ ἀποκεκάλυπτο αὐτῷ τὰ περὶ τοῦ πείσεσθαι) διὰ τοῦτο προσλαβόμενος αὐτὸν κοὶ ὥσπερ ἐπιλαθόμενος τῆς ἀξίας τοῦ Χριστοῦ, καὶ ὅτι ὁ υἱὸς τοῦ ζῶντος θεοῦ« οὐδέν ἐπιτιμήσεως λέγει ἢ πράττει ἄξιον, ἤρξατο ἐπιτιμᾶν αὐτῷ καὶ ὡς δεομένῳ ἱλασμοῦ (οὐ γὰρ ἤδει πω ὅτι »προέθετο ὁ θεὸς ἱλαστήριον διὰ πίστεως ἐν τῷ αὐτοῦ αἵματι«) εἶπεν· ἵλεώς σοι, κύριε. οὗ τὴν μέν πρόθεσιν ἀποδεξάμενος τῇ δέ ἀγνοίᾳ ἐπιτιμῶν, διὰ μέν τὴν πρόθεσιν οὖσαν δεξιὰν λέγει αὐτῷ· ὕΠαγε ὀπίσω μου, οἱονεὶ καταλιπόντι τὰ] δι᾿ ὧν ἠγνόει καὶ οὐκ ὀρθῶς ἔλεγεν <τὸ> ἀκολουθεῖν τῷ διὰ δὲ τὴν ἄγνοιαν, ὡς ἀντικείμενόν τι ἔχοντι τοῖς τοῦ θεοῦ, εἶπε· σατανᾶ, ὅπερ ἐστὶν Ἑβραϊκῶς ΑΝΤΙΚΕΙΜΕΝΟΣ. εἰ δέ μήτε ἀπὸ ἀγνοίας εἰρήκει μήτε ἐπιτετιμήκει τῷ υἱῷ »τοῦ ζῶντος θεοῦ«, λέγο)ν αὐτῷ τὸ ἵλεώς σοι, κύριε· οὐ μὴ ἔσται σοι τοῦτο, οὔτ’ ἂν εἶπεν αὐτῷ τὸ ὕπαγε ὀπίσω μου, ὡς καταλιπόντι τὸ εἶναι αὐτοῦ ὀπίσω καὶ ἕπεσθαι αὐτῷ, οὔτ’ ἂν ὡς ἀντικείμενα εἰρηκότι τοῖς ὑπ᾿ αὐτοῦ λελεγμένοις ἔλεξεν ἂν τὸ σατανᾶ. νυνὶ δὲ ἴσχυσεν αὐτὸν ὁ σατανᾶς, ἀκολουθήσαντα τῷ Ἰησοῦ κοὶ ὀπίσω αὐτοῦ βαίνοντα, ἀποστῆσαι τοῦ ἀκολουθεῖν αὐτῷ καὶ τοῦ ὀπίσω τυγχάνειν τοῦ υἱοῦ τοῦ θεοῦ ποιῆσαι αὐτόν, δι᾿ ὧν εἶπεν ἀπὸ ἀγνοίας, ἄξιον τοῦ ἀκοῦσαι σατανᾶν καὶ σκάνδαλον τοῦ υἱοῦ τοῦ θεοῦ καὶ οὐ φρονοῦντα τὰ τοῦ θεοῦ ἀλλὰ τὰ τῶν ἀνθρώπων. ὅτι δέ ὀπίσω πρότερον ἦν(πρὶν τοῦτο ἁμαρτεῖν) υἱοῦ τοῦ θεοῦ ὁ Πέτρος. δῆλον ἐκ τοῦ δεῦτε ὀπίσω μου, κοὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων«.