Ancient Greek · ~7 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.22
Not analysed yet
Ἅμα δὲ συγκρινεῖς ὅτι πρὸς μὲν τὸν Πέτρον εἶπεν· ὕπαγε ὀπίσω μου, σατανᾶ, πρὸς δὲ τὸν διάβολον (εἰπόντα αὐτῷ· »πάντα ταῦτα δώσω, ἐὰν πεσὼν προσκυνήσῃς μοι«) »ὕπαγε, σατανᾶ« χωρὶς τῆς ἀπίσω μου προσθήκης. τὸ γὰρ ὀπίσω τοῦ Ἰησοῦ εἶναι ἀγαθόν ἐστι· διὸ ἔρηται τὸ δεῦτε ὀπίσω μου, καὶ ποιήσω ὑμᾶς ἁλιεῖς ἀνθρώπων«. τοιοῦτον δέ ἐστι καὶ τὸ »ὃς οὐκ αἴρει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος«. καὶ ἁπαξαπλῶς τήρει τὴν ὀπίσω λέξιν ὅτι ἀγαθὸν μέν ἐστι πρᾶγμα, ὅτε ὀπίσω κυρίου« τοῦ θεοῦ τις πορεύεται καὶ ὀπίσω τοῦ Χριστοῦ γίνεται· ἐναντίον δέ, ὅτε ῥίπτει τις τοὺς λόγους τοῦ θεοῦ εἰς τὰ ὀπίσω ἢ ὅτε παραβαίνει τὴν λέγουσαν ἐντολήν· ὀπίσω τῶν ἐπιθυμιῶν σου μὴ πορεύου«. καὶ ὁ Ἠλίας δὲ ἐν τῇ τρίτη τῶν Βασι- in principio vocationis eorum ita est dictum ad eos: »venite post me, et faciam vos piscatores hominum; et relictis omnibus secuti sunt eum«. λειῶν πρὸς τὸν λαόν φησιν· »ἕως πότε ὑμεῖς χωλανεῖτε ἐπ᾿ ἀμφοτέραις ταῖς ἰγνύαις; εἰ ἔστι κύριος ὁ θεός, πορεύεσθε ὀπίσω αὐτοῦ· εἰ δέ ἐστι κύριος ὁ Βάαλ, πορεύεσθε ὀπίσω αυτου«. καὶ λέγει τοῦτο τῷ Πέτρῳ ὁ Ἰησοῦς στραφείς, καὶ τοῦτο <γὰρ> ευεργετων ποιει. καὶ σὺ μὲν οὖν πλείονα συναγαγὼν παραδείγματα τοῦ στραφεὶς (καὶ μάλιστα ἐπὶ τοῦ Ἰησοῦ τεταγμένα) καὶ συνεξετάσας αὐτὰ ἀλλήλοις, εὕροις ἂν οὐ παρελκόντως τὴν λέξιν κειμένην. ἀρκεῖ δέ ἐπὶ τοῦ πορόντος παραθέσθαι ἀπὸ τοῦ κατὰ Ἰωάννην »στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς δηλονότι Πέτρον καὶ Ἀνδρέαν) ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε; «ὅρα γὰρ ὅτι καὶ ἐν τούτοις τὸ »στραφεὶς« ἐπ᾿ εὐεργεσίᾳ γίνεται τῶν πρὸς οὓς ἐστράφη.