Ancient Greek · ~8 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.23
Not analysed yet
Μετὰ ταῦτα ζητητέον πῶς εἴρηκε τῷ Πέτρῳ τὸ σκάνδαλόν μου εἶ, μάλιστα ἐπεί φησιν ὁ Δαυίδ· »εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον«. φήσει γάρ τις· εἰ διὰ τὸ βέβαιον τῶν τὴν ***ἀγάπην ἐχόντων κοὶ ἀνεπιδέκτων ὄντων τοῦ σκανδαλίζεσθαι (ἡ ἀγάπη γὰρ »πάντα πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει«) εἴρηται τοῦτο ἐν τῷ προφήτῃ πῶς αὐτὸς ὁ κύριος, ὑποστηρίζων »πάντας τοὺς καταπίπτοντας« καὶ ἀνοφθῶν »πάντας τοὺς κατερραγμένους«, εἶπε τῷ Πέτρῳ· σκάνδαλόν μου εἶ; λεκτέον δὲ ὅτι ἀνεπίδεκτος μέν ἐστι τοῦ σκανδαλίζεσθαι οὐ μόνον ὁ σωτὴρ ἀλλὰ καὶ <πᾶς> ὁ ἐν ἀγάπῃ τετελειωμένος, τὸ ὅσον δέ ἐφ᾿ ἑαυτῷ ὁ τό τοιαῦτα λέγων ἢ πράττων, σκάνδαλόν ἐστι καὶ τοῦ μὴ σκανδαλισθησομένου· εἰ μὴ ἄρα πάντα τόν μαθητὴν Ἰησοῦς ἁμαρτάνοντα σκάνδαλον καὶ ἑαυτοῦ ἀποκαλεῖ, ὡς πολλῷ μᾶλλον παρὰ Παῦλον διὰ τὴν ἀγάπην λέξων ἄν· »τίς ἀσθενεῖ, κοὶ οὐκ ἀσθενῶ; τις σκανδαλίζεται, κοὶ οὐκ ἐγὼ πυροῦμαι; «παρ’ ὃ δυνατὸν ποιῆσαι· τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ σκανδαλίζομαι; εἰ δὲ Πέτρος τότε διὰ τὸ ἵλεώς σοι, κυριε, ου μη εσται σοι τοῦτο) σκάνδαλον εἴρηται ὑπὸ τοῦ Ἰησοῦ, ὡς οὐ τὰ τοῦ θεοῦ ἐν οἷς εἶπε φρονῶν, ἀλλὰ τὰ τῶν ἀνθρώπων, τί λεκτέον Περὶ πάντων τῶν ἐπαγγελλομένων μαθητεύεσθαι τῷ Ἰησοῦ, μὴ φρονούντων δὲ τὰ τοῦ θεοῦ καὶ μὴ σκοπούντων τὰ μὴ βλεπόμενα καὶ αἰώνια, φρονούντων δὲ τὰ τῶν ἀνθρώπων καὶ σκοπούντων τὰ βλεπόμενα καὶ πρόσκαιρα, ἢ ὅτι οἱ τοιοῦτοι ἔτι μᾶλλον ἂν ὑπὸ τοῦ Ἰησοῦ ἀποκαλοῖντο σκανδαλον οὐτοῦ καὶ διὰ τὸ σκάνδαλα αὐτοῦ εἶναι καὶ τῶν ἀδελφῶν; ἐφ’ οἷς ὡς λέγει τὸ »ἐπείνων καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν« κοὶ τὰ ἑξῆς, ουτως ειποι αν και το τρεχοντα ἐσκανδαλίσατέ με. μη νομισωμεν τοινυν το τυχον ειναι ἁμάρτημα τὸ φρονεῖν τὰ τῶν ἀνθρώπων, δέον ἐν πᾶσι φρονεῖν τὰ τοῦ θεοῦ. ἁρμόσει δέ λέγειν τοῦτο καὶ παντὶ τῷ ἀποπεπτωκότι μὲν δουμάτων θεοῦ καὶ λόγων ἐκκλησιαστικῶν καὶ φρονήματος ἀληθοῦς, φρονοῦντι δ’ ὡς ἀληθῆ (φέρε εἰπεῖν) τὰ Βασιλίδου ἢ Οὐαλεντίνου ἢ Μαρκίωνος ἤ τινος τῶν διδασκόντων τὰ ἀνθρώπινα ὡς θεῖα.