Ancient Greek · ~4 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.29
Not analysed yet
Μέλλει γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. Νῦν μὲν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐλήλυθεν <ἀλλ'> οὐκ ἐν τῇ αὐτοῦ· »εἴδομεν« γὰρ αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδέ κάλλος, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον κοὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων· ἄνθρωπος ἐν πληγῇ ὢν καὶ πόνῳ καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη καὶ οὐκ ἐλογίσθη«. καὶ ἔδει αὐτὸν τοιοῦτον ἐληλυθέναι, ἵνα »τὰς ἁμαρτίας ἡμῶν φέρῃ καὶ περὶ ἡμῶν« ὀδυνηθῇ· οὐδέ γὰρ ἔπρεπε τὸν ἐν δόξῃ φέρειν »τὰς ἁμαρτίας ἡμῶν καὶ« ὀδυνηθῆναι »περὶ ἡμῶν«. ἀλλὰ καὶ ἔρχεται ἐν δόξῃ προευτρεπίσας τοὺς μαθητὰς διὰ τῆς μὴ ἐχούσης »εἶδος μηδέ κάλλος« ἐπιφανείας αὐτοῦ. καὶ γενόμενος ὡς αὐτοὶ Πρὸς τὸ γενέσθαι αὐτοὺς ὡς αὐτός, »συμμόρφους τῆς εἰκόνος« τῆς δόξης αὐτοῦ, ἐπεὶ πρότερον αὐτὸς γέγονε σύμμορφος »τῷ σώματι τῆς ταπεινώσεως ἡμῶν«, ἡνίκα »ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου λαβὼν« ἀποκαθίσταταί τε ἐΠὶ τὴν τοῦ θεοῦ μορφὴν καὶ ποιεῖ αὐτοὺς »συμμόρφους« αὐτῇ.