Ancient Greek · ~11 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.30
Not analysed yet
Ἐὰν δέ <τροπικῶς> κατανοῆσαι τὰς τοῦ λόγου διαφοράς, ἐν μωρίᾳ »κηρύγματος« καταγγελλομένου τοῖς πιστεύουσι καὶ ἐν σοφίᾳ λαλουμένου »τοῖς τελείοις«, ὄψει τίνα τρόπον ὁ λόγος τοῖς μὲν εἰσαγομένοις ἔχει δούλου μορφήν«, ὥστ᾿ ἄν εἰπεῖν αὐτούς· »εἴδομεν αὐτόν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος«, τοῖς δέ τελείοις ἔρχεται »ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ«, λέξουσιν ἂν τὸ καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας«. καὶ γὰρ τοῖς τελείοις φαίνεται ἡ δόξα τοῦ λόγου καὶ τὸ μονογενές αὐτοῦ τῷ πατρὶ θεῷ καὶ τὸ τῆς »χάριτος πλῆρες« ὁμοίως δὲ καὶ τῆς »ἀληθείας«· ὅπερ οὐ δύναται χωρῆσαι ὁ δεόμενος πρὸς τὸ πιστεύειν τῆς μωρίας »τοῦ κηρύγματος«. μέλλει δὲ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ οὐ μόνος. ἀλλὰ μετὰ τῶν ἀγγέλων αὐτοῦ. καὶ εἰ δύνασαι νοῆσαι πάντας τοὺς συνεργοὺς τῆς δόξης τοῦ λόγου καὶ τῆς ἀποκαλύφεως τῆς σοφίας ἅπερ ἐστὶν ὁ Χριστὸς) |συνεπιδημοῦντας αὐτῷ, ὄφει τίνα τρόπον ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ. καὶ πρόσχες, εἰ δύνασαι ἐν τούτοις τοὺς πρότερον παθόντας προφήτας ἀναλογίαν φάσκειν ἐσχηκέναι πρὸς τὸν μὴ ἐσχηκότα »εἶδος μηδὲ κάλλος« λόγον, τῷ μὴ ἔχειν τι »εἶδος μηδέ κάλλος« λόγων. ὥσπερ δέ ἔρχεται ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ, οὕτως ἄγγελοι γινόμενοι οἱ ἐν τοῖς προφήτις λόγοι μετ’ αὐτοῦ παραγίνονται, τὴν ἀναλογίαν σώζοντες τῆς ἑαυτῶν δόξης. ἐπὰν δὲ τοιοῦτος μετὰ τῶν ἀγγέλων αὐτοῦ ἐπιδημήσῃ <τῷ πιστεύοντος νῷ> ὁ λόγος, ἑκάστῳ τῆς δόξης ἑαυτοῦ καὶ τῆς λαμπρότητος τῶν ἀγγέλων ἑαυτοῦ κατὰ τὴν ἑκάστου πρᾶξιν. ταῦτα δὲ λέγομεν οὐκ ἀθετοῦντες καὶ τὴν ἁπλούστερον νοουμένην δευτέραν ἐπιδημίαν τοῦ υἱοῦ τοῦ θεοῦ. πότε δὲ ταῦτα ἀπαντήσεται ἢ ὅτε τὸ ἀποστολικὸν ἐκεῖνο πληροῦται λόγιον τὸ λέγον· τοὺς γὰρ πάντας ἡμᾶς παραστῆναι δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος τὰ διὰ τοῦ σώματος πρὸς ἂ ἔπραξεν, εἴτε ἀγαθὸν εἴτε φαῦλον«; εἰ δὲ ἑκάστῳ κατὰ τὴν πρᾶξιν ἀποδώσει, οὐ τὴν ἀστείαν μόνην <χωρὶς τῆς φαύλης> οὐδέ τὴν φαύλην χωρὶς τῆς ἀστείας, δῆλον ὅτι ἑκάστῳ ἀποδώσει κατὰ πᾶσαν φαύλην καὶ κατὰ πᾶσαν ἀστείαν πρᾶξιν. ὑπολαμβάνω δὲ ἐν τούτοις πειθόμενος καὶ τῷ ἀποστόλῳ, συβάλλων δὲ καὶ τὰ τοῦ Ἰεζεκιήλ, ἐν οἱς τοῦ τελείως ἐπιστρέψαντος ἀπαλείφεται τὰ ἁμαρτήματα καὶ τοῦ πάντη ἐκπεσόντος οὐ λογίζεται τὰ πρότερον κατορθώματα) ὅτι τοῦ μὲν τελειωθέντος καὶ πόντη τὴν κακίαν ἀποθεμένου ἀπαλείφεται τὰ ἀμαρτήματα, τοῦ δὲ πόντη |ἀποστατήσαντος τῆς θεοσεβείας οὐ λογίζεται εἴ τι πρότερον χρηστὸν αὐτῷ πέπρακται, ἡμῖν δέ τοῖς μεταξὺ τοῦ τελείου καὶ τοῦ ἀποστάτου παραστασιν »ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ« δίδοται ἃ ἐπράξαμεν, »εἴτε ἀγαθὸν εἴτε φαῦλον«· οὔτε γὰρ τοσοῦτον ἐκαθαρεύσαμεν, ἵνα ἡμῖν μηδόλως ἐπιλογισθῇ τὰ φαῦλα, οὔτε ἐπὶ τοσοῦτον ἐκπεπτώκαμεν, ὥστε ἐπιλησθῆναι ἡμῶν τὰ κρείττονα.