Ancient Greek · ~8 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.31
Not analysed yet
Ἀμὴν λέγω ὑμῖν, 〈ὅτι〉 εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἵτινες οὐ μὴ γεύσωνται θανάτου (16, 28). Ταῦτα ἀναφέρουσί τινες ἐπὶ τὴν »μεθ᾿ ἡμέρας ἓκ» ἢ (ὡς ὁ Λουκᾶς φησιν) ὀκτὼ ἀνάβασιν τῶν τριῶν ἀποστόλων εἰς τὸ »ἡψηλὸν« μετὰ τοῦ Ἰηαοῦ »κατ᾿ ἰδίαν ὄρος«. καί φασιν οἱ οὕτω διηγούμενοι ὅτι οὐκ ἐγεύσαντο θανάτου Πέτρος καὶ οἱ λοιποὶ δύο Πρὸ τοῦ ἰδεῖν τὸν υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασοέίᾳ αὐτοῦ καὶ ἐν τῇ δόξῃ αὐτοῦ. ἰδόντες γὰρ »ἔμπροσθεν αὐτῶν« μεταμορφωθέντα τὸν Ἰησοῦν, ὡς λάμψαι »τὸ πρόσωπον αὐτοῦ« κοὶ τὰ ἑξῆς, ἑωράκασι »τὴν βασιλείαν τοῦ θεοῦ ἐληλυθυῖαν ἐν δυνάμει«. καὶ γὰρ ὡς περιεστήκασι βασιλέα δορυφόροι τινές, οὕτως »Μωσῆς καὶ Ἠλίας ὤφθησαν« τοῖς ἀναβεβηκόσιν εἰς τὸ ὄρος μετὰ τοῦ Ἰηοοῦ λαλοῦντες. ἄξιον δὲ ἐπιστῆσαι, εἰ ἐΠὶ τούτους ἀναφέρεται τὸ καθίσαι »ἐκ δεξιῶν καὶ ἐξ εὐωνύμων« τοῦ σωτῆρος »ἐν τῇ βασιλείᾳ« αὐτοῦ, ὡς τὸ »ἀλλ᾿ οἷς ἡτοίμασται« διὰ τούτους λελέχθαι. αὕτη δὲ ἡ διήγησις περὶ τοῦ μὴ γεύσασθαι θανάτου τοὺς τρεῖς ἀποστόλους, ἕως ἂν ἴδωσι τὸν Ἰησοῦν μεταμορφούμενον, ἁρμόζει τοῖς ὡς ὁ Πέτρος ὠνόμασε) γενομένοις »ὡς ἀρτιγέννητα βρέφη«, τὰ ἐπιποθοῦντα »τὸ λογικὸν ἄδολον γάλα«. πρὸς οὓς ὁ Παῦλος λέγει· »γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα« καὶ τὰ ἑξῆς. καὶ πᾶσα δ’ οἶμαι) ἡ Πρὸς τὸ ῥητὸν οἰκοδομεῖν δυναμένη τοὺς μὴ χωροῦντας μείζονα διήγησις γάλα ἂν εὐλόγως ὀνομάζοιτο, τό ῥέον ἀπὸ τῆς ἁγίας τῶν γραφῶν γῆς, τῆς ῥεούσης »μέλι καὶ γάλα«. ἀλλ᾿ ὁ ὡς ὁ Ἰσαὰκ ἀπογαλακτισθείς, ἄξιος εὐφροσύνης καὶ δοχῆς, ἣν ἐποίησεν ἐπὶ τῷ ἀπογαλακτισμῷ τοῦ υἱοῦ ὁ Ἀβραάμ, ζητήσειεν ἂν τὴν ἐν τούτοις καὶ Πάσῃ γραφῇ <στερεωτέραν τροφήν>, ἑτέραν οἶμαι) οὖσαν τοῦ βρώματος μέν οὐ στερεᾶς δὲ τροφῆς καὶ τῶν ὀνομαζομένων τροπικῶς λαχάνων, ἅτινα τῷ ἀπογαλακτισθέντι μὲν οὐκ ἐσχυρῷ δέ, ἀλλ᾿ ἀσθενοῦντί ἐστι τροφὴ κατὰ τὸ »ὁ ἀσθενῶν λάχανα ἐσθίει«. ὁμοίως καὶ ὁ ὡς ὁ Σαμουὴλ ἀπογαλακτισθεὶς καὶ <προσαγόμενος ἀπὸ τῆς ἐνώπιον τοῦ θεοῦ καὶ> ἀνατιθέμενος ἀπὸ τῆς μητρὸς τῷ θεῷ αὕτη δὲ Ἄννα ἦν, ἥτις ἑρμηνεύεται ΧΑΡΙΣ)· καὶ εἴη ἂν τῆς χάριτος υἱὸς ὁ ζητῶν, ὡς ἐν ναῷ τρεφόμενος θεοῦ, κρέατα, ἁγίαν τροφὴν τελείων ἅμα καὶ ἱερέων.