Ancient Greek · ~6 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.37
Not analysed yet
Ζητήσεις δὲ εἰ, ὅτε μετεμορφώθη ἔμπροσθεν τῶν ὑπ αὐτοῦ ἀναχθέντων εἰς τὸ ὑψηλὸν ὄρος, ὤφθη αὐτοῖς »ἐν μορφῇ θεοῦ« ᾗ ὑπῆρχε πάλαι, ὡς τοῖς μέν κάτω ἔχων τὴν »δούλου μορφὴν« τοῖς δὲ ἀκολουθήσασιν αὐτῷ μετὰ ἔξ ἡμέρας εἰς τὸ ὑψηλὸν ὅρος οὐκ ἐκείνην, ἀλλὰ τὴν τοῦ θεοῦ. ἀλλ᾿ ἄκουε τούτων εἰ δύνασαι) πνευματικῶς, προσέχων ἅμα ὅτι οὐκ εἴρηται μὲν ἁπαξαπλῶς μετεμορφώθη, μετὰ δέ τινος ἀναγκαίας προσθήκης, ἣν ἀνεγραψε Ματθαῖος καὶ Μᾶρκος· κατὰ γὰρ ἀμφοτέρους μετεμορφώθη ἔμπροσ- θεν αὐτῶν. καὶ κατὰ τοῦτό τοῦτό γε ἐρεῖς δυνατὸν εἶναι τὸν Ἰησοῦν ἔμπροσθεν μέν τινων μεταμορφωθῆναι ταύτην τὴν μεταμόρφωσιν, ἔμπροσθεν δὲ ἑτέρων κατὰ τὸ αὐτὸ καιροῦ μὴ μεταμορφῶθῆναι. εἰ δὲ θέλεις τὴν μεταμόρφωσιν τοῦ Ἰησοῦ ἰδεῖν ἔμπροσθεν τῶν ἀνβάντων εἰς τὸ ὑψηλὸν ὄρος κατ’ ἰδίαν σὺν αὐτῷ, ἴδε μοι τὸν ἐν τοῖς εὐαγγελίοις Ἰησοῦν ἁπλούστερον μὲν νοούμενον καὶ ὡς ἂν ὀνομάσαι τις) »κατὰ σάρκα« γινωσκόμενον τοῖς μὴ ἀναβαίνουσι διὰ τῶν ἐπαναβεβηκότων ἔργων καὶ λόγων ἐπὶ τὸ ὑψηλὸν τῆς σοφίας ὄρος, οὐκέτι« δὲ <τοῖς ἀναβαίνουσιν> »κατὰ σάρκα« γινωσκόμενον ἀλλὰ θεολογούμενον δι’ ὅλων τῶν εὐαγγελίων καὶ ἐν τῇ τοῦ θεοῦ μορφῇ« κατὰ τὴν γνῶσιν αὐτῶν θεωρούμενον· τούτων γὰρ ἔμπροσθεν μεταμορφοῦται ὁ Ἰησοῦς, καὶ ἐν οὐδενὶ τῶν κάτω ***. ἐπὰν δέ μεταμορφωθῇ, καὶ τὸ πρόσωπον αὐτοῦ λάμψει ὡς ὁ ἥλιος, ἵνα φανερωθῇ τοῖς τέκνοις »τοῦ φωτὸς« ἐκδυσαμένοις »τὰ ἔργα τοῦ σκότους« καὶ ἐνδυσαμένοις »τὰ ὅπλα τοῦ φωτὸς« καὶ μηκέτι οὖσι τέκνοις »σκότους ἢ νυκτός«, ἀλλὰ γενομένοις υἱοῖς »ἡμέρας« καὶ ὡς ἐν ἡμέρᾳ εὐσχημόνως« περιπατοῦσι, καὶ φανερωθεὶς λάμψει αὐτοῖς, οὐχ ἁπλῶς ὡς ὁ ἥλιος. ἀλλ᾿ ἐπιδεικνύμενος αὐτοῖς τὸ εἶναι »δικαιοσύνης ἥλιος«.