Ancient Greek · ~6 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.38
Not analysed yet
Καὶ οὐ μόνον αὐτὸς μεταμορφοῦται ἔμπροσθεν τῶν τοιούτων μαθητῶν οὐδέ προστίθησι μόνον τῇ μεταμορφώσει τὸ λάμψαι τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, ἀλλὰ γὰρ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπ αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος κατ᾿ ἰδίαν φαίνεται λευκὰ ὡς τὸ φῶς. ἱμάτια δὲ τοῦ Ἰησοῦ αἱ λέξεις καὶ ἃ ἐνεδύσατο τῶν εὐαγγελίων γράμματα. οἶμοι δ’ ὅτι καὶ τὰ παρὰ τοῖς ἀποστόλοις δηλούμενα περὶ αὐτοῦ ἱμάτιά ἐστιν Ἰησοῦ, γινόμενα τοῖς ἀναβαίνουσιν εἰς τὸ ὑψηλὸν ὄρος μετὰ τοῦ Ἰησοῦ λευκά. ἀλλ᾿ ἐπεὶ καὶ λευκῶν εἰσι διαφοραί, τὰ ἱμάτια αὐτοῦ γίνονται ***λευκὰ ὡς τὸ Πόντων λευκὸν λαμπρότατον καὶ καθαρώτατον· τοῦτο δέ ἐστι τὸ φῶς. ἐπὰν οὖν ἴδῃς τινὰ οὐ μόνον τὴν περὶ Ἰησοῦ θεολογίαν ἀκριβοῦντα, ἀλλὰ καὶ τὴν λέξιν τῶν εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς. ἐπὰν δὲ οὕτω νοηθῇ καὶ θεωρηθῇ μεταμορφωθεὶς ὁ υἱὸς τοῦ θεοῦ, ὡς τὸ πρόσωπον αὐτοῦ εἶνοι <ὡς τὸν> ἥλιον καὶ τὰ ἱμάτια αὐτοῦ λευκὰ ὡς τὸ φῶς, εὐθέως ὀφθεῖεν ἂν τῷ τοιοῦτον ἰδόντι τὸν Ἰησοῦν Μωσῆς ὁ νόμος, καὶ Ἠλίας, συνεκδοχικῶς οὐχ εἶς μόνος ἀλλὰ πάντες οἱ προφῆται, κοινολογούμενοι πρὸς τὸν Ἰησοῦν· τοιοῦτον γάρ τί ἐστι τὸ δηλούμενον ἀπὸ τοῦ μετ’ αὐτοῦ συλλαλοῦντες, κατὰ δὲ τόν Λουκᾶν· »Μωσῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ« καὶ τὰ ἑξῆς ἕως τοῦ ἐν Ἱερουσαλήμ«, εἴ τις δὲ εἶδε Μωσέως τὴν δόξαν, νοήσας τὸν πνευματικὸν νόμον ὡς ἔνα πρὸς τὸν Ἰησοῦ λόγον, καὶ τὴν ἐν τοῖς προφήταις ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν«, εἶδε Μωσῆν καὶ Ἠλίαν »ἐν δόξῃ«, ὅτε εἶδεν αὐτοὺς μετὰ τοῦ Ἰησοῦ.