Ancient Greek · ~4 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.39
Not analysed yet
Εἶτ’, ἐπεὶ κατὰ τὸν Μᾶρκον δεήσει διηγήσασθαι τὸ »καὶ ἐν τῷ προσεύχεσθαι αὐτὸν μετεμορφώθη ἔμπροσθεν αὐτῶν«, λεκτέον ὅτι μήποτε μάλιστα ἔστιν ἰδεῖν τὸν λόγον ἔμπροσθεν ἡμῶν μεταμορφούμενον, ἐὰν τὰ προειρημένα ποιήσωμεν κοὶ ἀναβῶμεν εἰς τὸ ὄρος καὶ ἴδωμεν τὸν αὐτόλογον κοινολογούμενον πρὸς τὸν πατέρα καὶ εὐχόμενον οὐτῷ, ὑπὲρ ὧν εὔξαιτ ἂν ἀληθινὸς ἀρχιερεὺς ἀληθινῷ μόνῳ θεῷ. ἵνα δὲ οὕτω θεῷ ὁμιλῇ καὶ προσεύξηται τῷ πατρί, ἀναβαίνει εἰς τὸ ὄρος· τότε δὲ κατὰ τὸν Μᾶρκον γίνονται »τὰ ἱμάτια αὐτοῦ λευκὰ καὶ στίλβοντα ὡς τὸ φῶς, οἷα γναφεὺς ἐπὶ τῆς γῆς οὐ δύναται οὕτως λευκᾶναι«. καὶ τάχα οἱ μὲν ἐπὶ τῆς γῆς« γναφεῖς οἱ ἐπιμελούμενοί εἰσι σοφοὶ τοῦ αἰῶνος τούτου« λέξεως, ἧς νομίζουσι λαμπρᾶς καὶ καθαρᾶς, ὡς κοσμεῖσθαι δοκεῖν καὶ τὰ αἰσχρὰ νοήματα καὶ τὰ ψευδῆ δόγματα ὑπὸ τῆς ἴν’ οὕτως ὀνομάσω) γναφικῆς οὐτῶν. ὁ δὲ στίλβοντα« τοῖς ἐπαναβεβηκόσιν ἐπιδεικνὺς »τὰ ἱμάτια αὐτοῦ« καὶ λαμπρότερα, ὧν δύναται ποιεῖν ἡ ἐκείνων γναφική, ὁ λόγος ἐστίν, παριστὰς ἐν ταῖς ὑπὸ πολλῶν καταφρονουμέναις λέξεσι τῶν γραφῶν τὴν τῶν νοημάτων στίλψιν, ὅτε ὁ ἱματισμὸς« τοῦ Ἰησοῦ κατὰ τὸν Λουκᾶν »λευκὸς« καὶ »ἐξαστράπτων« γίνεται.