Ancient Greek · ~20 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.40.1
Not analysed yet
Ἰδωμεν οὖν μετὰ ταῦτα, τί νοήσας ὁ Πέτρος ἀποκριθεὶς εἶπε τῷ Ἰησοῦ· κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· ποιήσωμεν τρεῖς σκηνὰς καὶ τὰ ἑξῆς. διὰ τοῦτο δέ μάλιστα ταῦτα ζητητέον, ἐπεὶ ὁ μέν Μᾶρκος ἐπήγαγεν οὐτοῖς ὡς ἐκ τοῦ ἰδίου προσώπου τὸ οὐ γὰρ ᾔδει τι ἀπεκρίθη«, ὁ δὲ Λουκᾶς μὴ εἰδὼς« φησὶν »ὃ λέγει«. ἐπιστήσεις οὖν εἰ κατ᾿ ἔκστασιν ταῦτα ἐλάλει, πεοληρωμένος του κινοῦντος αὐτὸν πνεύματος πρὸς τὸ εἰπεῖν ταῦτα, ὅπερ ἄγιον μὲν εἶναι οὐ δύναται· ἐδίδαΞε γὰρ ἐν τῷ εὐαγγελίῳ ὁ Ἰωάννης πρὸ τῆς ἀναστάσεως τοῦ σωτῆρος μηδένα πνεῦμα ἅγιον ἐσχηκέναι εἰπών· »οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη«. εἰ δὲ οὔπω ἦν πνεῦμα«, καὶ ὁ μὴ εἰδὼς« τί ἐλάλει ὑπό τινος κινούμενος πνεύματος ἐλάλει, ἕν τι τῶν πνευμάτων ἦν τό ταῦτα λέγεσθαι ἐνεργοῦν, ὃ μηδέπω τεθριάμβευτο ἐν τῷ ξύλῳ« μηδὲ δεδειγμάτιστο μετ εγεινων περὶ ὧν γέγραπται τὸ »ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας ἐδειγμάτισεν ἐν παρρησίᾳ, θριαμβεύσας ἐν τῷ εύλῳ«. τοῦτο δὲ ἦν τάχα τὸ κληθὲν σκάνδαλον ὑπὸ τοῦ Ἰησοῦ καὶ ὁ εἰρημένος σατανᾶς ἐν τῷ »ὕπαγε ὀπίσω μου, σκάνδαλόν μου εὖ οἶδα δ’ ὅτι τὰ τοιαῦτα πολλοῖς προσκόψει τῶν ἐντυγχανόντων, οἰομένοις οὐ κατὰ τὸ εὔλογον δυσφημεῖσθαι τὸν πρὸ μικροῦ μακαρισθέντα ὑπὸ τοῦ Ἰησοῦ ἐπὶ τῷ <οὐ σάρκα καὶ αἷμα, ἀλλὰ> τοῖς οὐρανοῖς« πατέρα ἀποκεκαλυφέναι αὐτῷ τὰ περὶ τοῦ σωτῆρος, ὡς ἄρα ὁ Ἰησοῦς εἴη καὶ »ὁ Χριστὸς« καὶ »ὁ υἱὸς τοῦ θεοῦ τοῦ ζῶντος«. ἀλλ᾿ ὁ τοιοῦτος ἐπιστησάτω τῇ τοῦ Πέτρου κοὶ τῶν λοιπῶν ἀποστόλων ἀκριβείᾳ, καὶ αὐτῶν δεηθέντων (ὡς ἀλλοτρίων ἔτι) τοῦ αὐτοὺς ἀπὸ τοῦ ἐχθροῦ καὶ ὠνησομένου αὐτοὺς τῷ τιμίῳ« αὐτοῦ »αἵματι«. ἢ λεγέτωσαν ἡμῖν οἱ θέλοντες καὶ πρὸ τοῦ πάθους Ἰησοῦ τελείους γεγονέναι τοὺς ἀποστόλους, πόθεν »ὁ Πέτρος καὶ οἱ σὺν αὐτῷ« κατὰ τὸν καιρὸν τῆς Ἰησοῦ μεταμορφώσεως »ἦσαν βεβαρημένοι ὕπνῳ«. Ἵνα δὲ προλαβών τι καὶ τῶν ἑξῆς εἰς τὸ προκείμενον παραλάβω, ἐπαπορήσαιμ᾿ ἂν τοιαῦτα· ἆρα ἔστι τινὰ σκανδαλισθῆναι ἐν τῷ Ἰησοῦ χωρὶς τῆς τοῦ σκανδαλίζοντος διαβόλου ἐνεργείας; ἔστι δὲ ἀρνήσασθαι τὸν Ἰησοῦν, καὶ ταῦτα ἐπὶ παιδισκαρίου καὶ θυρωροῦ καὶ ἀνθρώπων εὐτελεστάτων, μὴ συνόντος τῷ ἀρνουμένῳ πνεύματος ἐχθροῦ τῷ διδομένῳ πνεύματι καὶ σοφίᾳ τοῖς πρὸς τὸ ὁμολογεῖν κατά τινα ἀξίαν αὐτῶν ὑπὸ θεοῦ βοηθουμένοις; ἀλλ᾿ οὐ φήσει ὅ γε τὰς ῥίζας τῶν ἁμαρτημάτων ἀναφέρειν μεμαθηκὼς ἐπὶ τὸν πατέρα τῆς ἁμαρτίας διόβολον, χωρὶς ἐκείνου ἢ τοὺς ἀποστόλους ἐσκανδαλίσθαι ἢ τὸν Πέτρον ἠρνῆσθαι πρὸ τῆς ἀλεκτοροφωνίας ἐκείνης τρίς. εἰ δὲ τοῦθ’ οὕτως ἔχει, μήποτε ὁ ὑπὲρ τοῦ ακανδαλίσαι τὸ ὅσον ἐφ’ ἑαυτῷ) τὸν Ἰησοῦν καὶ τοῦ ἀποστῆσαι τῆς κατὰ τὸ πάθος σωτηρίου ἀνθρώποις μετὰ πολλῆς προθυμίας οἰκονομίας, τὰ εἰς ταῦτα φέρειν δοκοῦντα ἐνεργῶν αὐτὸς κοὶ ἐνταῦθα οἱονεὶ ἀπατηλῶς περισπάσαι βούλεται τὸν Ἰησοῦν, ὡς ἐπὶ καλὸν τὸ μηκέτι συγκαταβαίνειν τοῖς ἀνθρώποις καὶ ἥκειν πρὸς αὐτοὺς καὶ τὸν ὑπὲρ αὐτῶν ἀναδέξασθαι θάνατον, ἀπομεῖναι δέ ἐν τῷ ὑψηλῷ ὄρει μετὰ Μωσέως κοὶ Ἠλίου. ἐπηγγέλλετο δὲ καὶ ποιῆσαι τρεῖς σκηνάς, μίαν μὲν ἰδίαν τῷ Ἰησοῦ, ἑτέραν δὲ τῷ Μωσεῖ καὶ ἄλλην τῷ Ἠλίᾳ, ὡς μὴ χωρούσης εἰ καὶ ἐν σκηναῖς αὐτοὺς ἔδει εἶναι καὶ ἐν τῷ ὑψηλῷ ὄρει) μιᾶς σκηνῆς τοὺς τρεῖς. τάχα δέ καὶ ἐν τούτῳ ἐκακούργει ὁ τὸν μὴ εἰδότα »τί λέγει« ἐνεργῶν, βουλόμενος μὴ ἅμα εἶναι Ἰησοῦν καὶ Μωσέα κοὶ Ἠλίαν, ἀλλὰ χωρίσαι αὐτοὺς ἀπ᾿ ἀλλήλων, προφάσει τῶν τριῶν σκηνῶν ψεῦδος δέ ἦν καὶ τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. εἰ γὰρ ἦν καλον, κἂν ἔμειναν ἐκεῖ· εἰ δέ ψεῦδος, ζητήσεις τίς ἐνήργησε λαληθῆναι τὸ ψεῦδος, καὶ μάλιστα ἐπεὶ κατὰ τὸν Ἰωάννην »ὅταν λαλῇ τὸ ψεῦδος, ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστὶ καὶ ὁ πατὴρ αὐτοῦ«, καὶ ὥσπερ οὐκ ἔστιν ἀλήθεια χωρὶς ἐνεργείας τοῦ εἰπόντος· ἐγώ εἰμι ἡ ἀλήθεια«, οὕτως οὐδὲ τὸ ψεῦδος χωρὶς τοῦ ἐχθροῦ τῇ ἀληθείᾳ. Τὰ ἐναντία τοίνυν ἔτι ἐν τῶ Πέτρῳ ἦν, ἀλήθεια καὶ ψεῦδος. καὶ ἀπὸ ἀληθείας μέν ἔλεγε τὸ σὺ εἶ ὁ Χριστὸς ὁ υἱὸς τοῦ θεοῦ«, ἀπὸ δέ τοῦ ψεύδους τὸ »ἵλεώς σοι, κυριε, ου μη εσται σοι τουτο«, ἀλλὰ καὶ τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι. ὁ δέ μὴ θέλων ἀπό τινος ἐνεργείας <πνεύματος> χείρονος Πέτρον εἰρηκέναι τοῦτο, ἀλλὰ ψιλῆς εἶναι τῆς προαιρέσεως αὐτοῦ τοὺς λόγους, ἀπαιτούμενος πῶς ἂν παραστήσαι τὸ μὴ εἰδ(ὸς ὃ ἐλάλει« καὶ τὸ οὐ γὰρ ᾔδει τί ἀπεκρίθη«, φήσει ὅτι κἀκεῖ ὡς δύσφημον ἐνόμισε καὶ ἀνάξιον τοῦ Ἰησοῦ τὸ παραδέξασθαι ἀποκτανθῆναι τὸν υἱὸν τοῦ θεοῦ τοῦ ζῶντος«, τὸν Χριστὸν ὃν ἤδη ἀποκαλύψας ἦν αὐτῷ ὁ πατήρ· καὶ ἐνταῦθα ὡς τὰς δύο μορφὰς τοῦ Ἰησοῦ ἰδών, καὶ πολὺ διαφέρουσαν τὴν κατὰ τὴν μεταμόρφωσιν, |ταύτῃ εὐαρεστούμενος καλὸν εἶπεν εἶναι τὰς διατριβὰς ἐν τῷ ὄρει ἐκείνῳ ποιήσασθαι, ἶνα αὐτός τε καὶ οἱ σὺν αὐτῷ εὐφραίνωνται θεωροῦντες τὴν μεταμόρφωσιν τοῦ Ἰησοῦ καὶ τὸ λάμπον πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος καὶ τὰ λευκὰ ὡς τὸ φῶς ἱμάτια αὐτοῦ καὶ πρὸς τούτοις τοὺς ἅπαξ ὀφθέντας »ἐν δόξῃ« ἀεὶ θεωρῶσιν ἐν δόξῃ Μωσῆν καὶ Ἠλίαν, εὐφραίνωνται δέ ἐφ’ οἷς ἂν ἀκούσωσιν αὐτῶν συλλαλούντων ἀλλήλοις καὶ κοινολογουμένων, Μωσέως μέν καὶ Ἠλίου πρὸς τὸν Ἰησοῦν τοῦ δέ· Ἰησοῦ πρὸς αὐτούς.