Ancient Greek · ~13 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.5.1
Not analysed yet
Καὶ ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ εἰς τὸ πέραν ἐπελάθοντο ἄρτους λαβεῖν (16, 5 [—12]). Ἐπεὶ μὴ χρήσιμοι ἦσαν οἱ ἄρτοι οἱ πρὸ τοῦ πέραν τοῖς ἐλθοῦσι μαθηταῖς εἰς τὸ πέραν ἄλλων γὰρ ἔχρῆζον πρὸ τοῦ πέραν καὶ ἄλλων ἐδέοντο εἰς τὸ πέραν), διὰ τοῦτο ἀμελήσαντες τοῦ ἀπάγεσθαι ἀπιόντες εἰς τὸ πέραν ἄρτους, ἐπελάθοντο αὐτοὺς σὺν ἑαυτοῖς λαβεῖν. εἰς τὸ πέραν δὲ γεγόνασι μαθηταὶ τοῦ Ἰησοῦ οἶ διαβάντες ἀπὸ τῶν σωματικῶν ἐπὶ τὰ πνευματικὰ καὶ ἀπὸ τῶν αἰσθητῶν ἐπὶ τὰ νοητά. καὶ τάχα ἵνα ἀποστρέψηται τοὺς διὰ τοῦ ἐφθακέναι εἰς τὸ πέραν) ἀρξαμένους πνεύματι τοῦ παλινδρομεῖν ἐπὶ τὰ σάρκινα, εἶπε τοῖς εἰς τὸ πέραν ὁ Ἰησοῦς· ὁρᾶτε καὶ προσέχετε. ἦν γὰρ τι φύραμα διδασκαλίας καὶ ζύμης ἀληθῶς παλαιᾶς, τῆς κατὰ τὸ ψιλὸν γράμμα καὶ διὰ τοῦτο οὐκ ἀπηλλαγμένης τῶν ἀπὸ κακίας, ὅπερ παρεῖχον Φαρισαῖοι κοὶ Σαδδουκαῖοι ἀφ᾿ ἧς οὐ βούλεται Ἰησοῦς ἐσθίειν ἔτι τοὺς ἰδίους μαθητὰς ποιήσας αὐτοῖς νέον« καὶ πνευματικὸν »φύραμα«, ἑαυτὸν παρασχὼν τοῖς ἀποστᾶσι τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ προσεληλυθόσιν αὐτῷ) ἄρτον ζῶντα ἐξ οὐρανοῦ καταβεβηκότα καὶ ζωὴν διδόντα τῷ κόσμῳ«. ἐπεὶ δὲ ὁδός ἐστι τῷ μηκέτι χρησομένῳ ζύμῃ κοὶ φυράματι καὶ διδασκαλίᾳ Φαρισαίων καὶ Σαδδουκαίων πρότερον μὲν τὸ θεωρεῖν δεύτερον δέ τὸ προσέχειν, ἵνα μήποτε ἐκ τοῦ μὴ βλέπειν καὶ ἐξ ἀπροσεξίας μεταλάβῃ τις τῆς ἀπηγορευμένης ζύμης ἐκείνων, διὰ τοῦτο πρῶτον τὸ ὁρᾶτε λέγει τοῖς μαθηταῖς καὶ δεύτερον τὸ προσέ- χετε. διορατικῶν οὖν ἐστι καὶ προσεκτικῶν χωρίζειν τὴν ζύμην τῶν Φαρισαίων καὶ Σαδδουκαίων καὶ πᾶσον οὐκ ἀζύμων »εἰλικρινείας καὶ ἀληθείας« τροφὴν ἀπὸ τοῦ ζῶντος ἄρτου καὶ ἐξ οὐρανοῦ καταβεβηκότος, ἵνα τὰ μὲν τῶν Φαρισαίων καὶ Σαδδουκαίων μὴ προσίηται τὸν δὲ ζῶντα κοὶ ἀληθινὸν ἄρτον ἐσθίων τις ῥωσθῇ τὴν ψυχήν. Κοὶ τὸ ῥητὸν δὲ εὐκαίρως ἄν προσφέροιμεν τοῖς μετὰ τοῦ Χριστιανίζειν αἱρουμένοις τὸ σωματικῶς Ἰουδαΐζειν · οὗτοι γὰρ οὐχ ὁρῶσιν οὐδὲ προσέχουσιν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἀλλὰ παρὰ τὸ βούλημα τοῦ ἀπαγορεύσαντος αὐτὴν Ἰησοῦ τὸν Φαρισαίων ἄρτον ἐσθίουσι. καὶ πάντες δ’ (οἶμαι) ὅσοι οὐ βούλονται φρονεῖν ὅτι ὁ νόμος πνευματικός ἐστιν« κοὶ »σκιὰν« ἔχει »τῶν μελλόντων ἀγαθῶν« καὶ »σκιά ἐστι τῶν μελλόντων«, οὐδὲ ζητοῦσι τίνος μέλλοντος ἀγαθοῦ ἐστι σκιὰ ἕκαστος τῶν γόμων, οὐχ ὁρῶσιν οὐδέ προσέχουσιν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων ,οἱ δέ καὶ τὴν τῶν νεκρῶν ἀθετοῦντες ἀνάστασιν οὐ φυλάττονται ἀπὸ τῆς ζύμης τῶν Σαδδουκαίων ,κοὶ πολλοί γε ἐν τοῖς ἑτεροδόξοις διὰ τὴν περὶ ἀναστάσεως νεκρῶν ἀπιστίαν εἰσὶν οἱ ἐμφυρόμενοι τῇ τῶν Σαδδουκαίων ζύμῃ. ταῦτα δὴ λέγοντος τοῦ Ἰησοῦ διελογίζοντο ἐν ἑαυτοῖς οὐ γεγωνὸς λέγοντες οἶ μαθηταί, ἀλλ᾿ ἐν ταῖς καρδίαις ἐαυτῶν· ὅτι ἄρτους οὐκ ἐλάβομεν. κοὶ οἱονεὶ τοιαῦτα ἦν ἅ ἔλεγον· εἰ μέν εἴχομεν ἄρτους, οὐκ ἄν ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων εἰλήφειμεν· ἐπεὶ δέ ἀπορίᾳ ἄρτων κινδυνεύομεν ἀπὸ τῆς ἐκείνων ζύμης λαβεῖν, οὐ βούλεται δ’ ἡμᾶς ὁ σωτὴρ παλινδρομεῖν ἐπὶ τὴν ἐκείνων διδασκαλίαν, διὰ τοῦτο ἡμῖν εἶπε τὸ ὁρᾶτε καὶ προσέχετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. κοὶ ταῦτα μέν ἐκεῖνοι διελογίζοντο· ὁ δὲ βλέπων Ἰησοῦς τὰ ἐν ταῖς καρδίαις αὐτῶν καὶ ἀκούων τῶν ἐν αὐταῖς λόγων, ὡς τῶν καρδιῶν ἐπίσκοπος ἀληθής, ἐπιπλήσσει αὐτοῖς ὡς οὐ νοοῦσιν οὐδὲ μεμνημένοις ἄρτων, ὧν παρ’ αὐτοῦ εἰλήφασι, δι᾿ οὕς καὶ ἐν ἀπορίᾳ δοκοῦντες εἶναι ἄρτων οὐκ ἔχρηζον τῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ζύμης.