Ancient Greek · ~8 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.41
Not analysed yet
Ἐπεὶ δέ μηδέπω περιεργασάμενοι τροπολογεῖν τὰ κατὰ τὸν τόπον ὡς πρὸς τὸ ῥητὸν βασανίζοντες ταῦτα εἴπομεν, τούτοις ἀκολούθως ἴδωμεν, μήποτε ἀναβιβασθέντες εἰς τὸ ὕφος τῶν τῆς ἀληθείας δογμάτων καὶ τὴν μεταμόρφωσιν ἰδόντες τοῦ Ἰησοῦ καὶ τῶν ὀφθέντων »ἐν δόξῃ« μετ’ αὐτοῦ Μωσέως καὶ Ἠλίου ὁ ἀποδεδομένος Πέτρος καὶ οἱ τῆς βροντῆς υἱοὶ« βούλοιντ᾿ ἂν ἐν αὑτοῖς σκηνὰς ποιῆσαι τῷ τοῦ θεοῦ λόγῳ κατοικήσοντι ἐν αὐτοῖς καὶ τῷ νόμῳ αὐτοῦ μετὰ δόξης τεθεωρημένῳ καὶ τῇ προφητείᾳ »τὴν ἔξοδον« λαλούσῃ τοῦ Ἰησοῦ »ἣν ἔμελλε πληροῦν«, καὶ ὡς τὸν θεωρητικόν γε ἀγαπήσας ὁ Πέτρος βίον κοὶ τὸ ἐν αὐτῷ τερπωλὸν προκρίνας τοῦ ἐν πολλοῖς εἶναι μετά τινος ὀχλήσεως ἐπὶ προθέσει τοῦ ὠφελεῖν τοὺς βουλομένους, εἶπε τὸ κολόν ἐστιν ἡμᾶς ὧδε εἶναι. ἀλλ᾿ ἐπεὶ ἡ ἀγἀπη »οὐ ζητεῖ τὰ ἑαυτῆς«, τὸ νομιζόμενον τῷ Πέτρῳ κολὸν οὐ πεποίηκεν ὁ Ἰησοῦς· διὸ καταβέβηκεν ἀπὸ τοῦ ὄρους« πρὸς τοὺς μὴ δυναμένους ἀναβῆναι ἐπ αὐτὸ καὶ ἰδεῖν αὐτοῦ τὴν μεταμόρφωσιν, ἵνα κἂν ὁποῖον χωροῦσιν αὐτὸν ἰδεῖν θεωρήσωσι. δικαίου τοίνυν ἐστὶ καὶ τὴν μὴ τὰ ἑαυτῆς« ζητοῦσαν ἀγάπην ἔχοντος ἐλεύθερον« μὲν εἶναι »ἐκ πόντων, πᾶσι« δὲ αὑτὸν δουλῶσαι τοῖς κάτω, ἶνα τοὺς Πλείονας« αὐτῶν κερδήσῃ. εἴποι δ’ ἄν τις πρὸς τὰ ἀποδεδομένα περὶ ἐκστάσεως καὶ ἐνεργείας πνεύματος χείρονος εἰς τὸν Πέτρον περὶ τοῦ μὴ εἰδὼς ὁ λέγει«, μὴ προσιέμενος ἐκείνην τὴν διήγησιν. ὅτι παρὰ τῷ Παύλῳ τινές θέλοντες εἶναι νομοδιδάσκαλοι« οὐκ οἴδασι περὶ ὦν λέγουσιν, ἀλλ᾿ ὅτι μὴ τρανοῦντες τὴν φύσιν τῶν λεγομένων, μηδὲ »νοοῦντες« αὐτῶν τὸ βούλημα »διαβεβαιοῦνται« περὶ ὧν οὐκ ἴσασι. τοιοῦτόν τι ἐπεπόνθει κοὶ ὁ Πέτρος· μὴ καταλαβὼν γὰρ τί τὸ καλὸν περὶ τῆς κατὰ τὸν Ἰησοῦν οἰκονομίας καὶ τῶν ὀφθέντων ἐν τῷ ὄρει Μωσέως καὶ Ἠλίου, λέγει τὸ καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι κοὶ τὰ ἑξῆς, ἐξῆς, »μὴ εἰδὼς ὃ λέγει«·» οὐ γὰρ ᾔδει τί ἐλάλει«. καὶ γὰρ εἴπερ σοφὸς »νοήσει τὰ ἀπὸ τοῦ ἰδίου στόματος, ἐπὶ δέ χείλεσι φορεῖ τὴν επιγνωμοσυνην«, ο μη ουτως εχων οὐ νοεῖ τὰ ἀπὸ τοῦ ἰδίου στόματος« οὐδὲ συνίησι τῆς φύσεως τῶν ὑπ’ αὐτοῦ λεγομένων.