Ancient Greek · ~8 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.42
Not analysed yet
Ἑξῆς τούτοις ἐστὶ τὸ ἔτι λαοῦντος αὐτοῦ, καὶ ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτοὺς καὶ τὰ ἑξῆς. οἶμαι δέ ὅτι τὸν Πέτρον ὁ θεὸς ἀποτρέπων τοῦ ποιῆσαι τρεῖς σκη- νὰς ὑφ’ ἃς ἔμελλον ὅσον ἐπὶ τῷ βουλήματι <αὐτοῦ> δείκνυσι <μίαν καὶ> κρείττονα ἵν’ οὕτως ὀνομάσω) καὶ πολλῷ διαφέρουσαν σκηνὴν τὴν νεφέλην. εἰ γὰρ ἔργον ἐστὶ σκηνῆς τὸ ἐπισκιάσαι τὸν ἐν αὐτῇ καὶ σκεπάσαι, ἡ δὲ φωτεινὴ νεφέλη ἐπεσκίασεν αὐτούς, οἱονεὶ σκηνὴν θειοτέραν ἅτε καὶ φωτεινὴν τυγχάνουσαν πεποίηκεν αὐτοῖς εἰς παράδειγμα μελλούσης ἀναπαύσεως ὁ θεός· φωτεινὴ γὰρ νεφέλη ἐπισκιάζει τοὺς δικαίους σκεπαζομένους ἅμα καὶ φωτιζομένους καὶ ἐλλαμπομένους ὑπ᾿ αὐτῆς. τίς δ’ ἂν εἴη ἡ φωτεινὴ νεφέλη ἐπισκιάζουσα τοὺς δικαίους ἢ τάχα μὲν πατρικὴ δύναμις, ἀφ᾿ ἧς ἔρχεται ἡ τοῦ πατρὸς φο)νή, μαρτυροῦσα τῷ υἱῷ ὡς ἀγαπητῷ καὶ εὐδοκητῷ καὶ προτρέπουσα τοὺς σκιαζομένους ὑπ αὐτῆς τούτου κοὶ μὴ ἄλλου τινὸς ἀκούειν; λέγει δ’ οὗτος, ὡς πάλαι οὕτως καὶ ἀεί, δι᾿ ὧν βούλεται. τάχα δέ καὶ τὸ ἅγιον πνεῦμα ἡ φωτεινή ἐστι νεφέλη, ἐπισκιάζουσα τοὺς δικαίους καὶ προφητεύουσα, [τὰ] τοῦ θεοῦ ἐνεργοῦντος αὐτῇ καὶ λέγοντος· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα. τολμήσας δ’ ἂν εἴποιμι καὶ τὸν σωτῆρα ἡμῶν εἶναι φωτεινὴν νεφέλην. 5 Πέτρος μέν οὖν λέγων· ποιήσωμεν ὧδε τρεῖς σκηνάς, ἀφ’ ἑαυτοῦ μίαν καὶ ἀπὸ τοῦ υἱοῦ μίαν καὶ ἀπὸ τοῦ ἁγίου πνεύματος μίαν · φωτεινὴ γὰρ Πατρός, υἱοῦ καὶ ἁγίου πνεύματος νεφέλη ἐπισκιάζει >τοὺς Ἰησοῦ γνησίους μαθητάς· ἢ τὸ εὐαγγέλιον καὶ τὸν νόμον καὶ τοὺς προφήτας νεφέλη ἐπισκιάζει φωτεινὴ τῷ δυναμένῳ ἐνορᾶν τῷ φωτὶ αὐτῆς κατὰ τὸ εὐαγγέλιον καὶ τὸν νόμον καὶ τοὺς Προφήτας. ἡ δὲ ἐκ τῆς νεφέλης φωνὴ τάχα μέν Μωσεῖ καὶ Ἠλίᾳ λέγει· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ ηὐδόκησα· ἀκούετε ἀυτοῦ, ἐπιθυμοῦσιν ἰδεῖν τὸν υἱὸν τοῦ θεοῦ καὶ ἀκοῦσαι αὐτοῦ καὶ θεωρῆσαι αὐτὸν καθὼς ἦν »ἐν δόξῃ«. τάχα δὲ τοὺς μαθητὰς διδάσκει, ὅτι ὁ κυρίως υἱὸς τοῦ θεοῦ καὶ ἀγαπητὸς αὐτοῦ, ἐν ᾧ ηὐδόκησεν, οὗ μάλιστα ἀκούειν δεῖ, ὁ τότε θεωρούμενος ἦν κοὶ μεταμορφωθεὶς καὶ λάμψας τῷ προσώπῳ ὡς ὁ ἥλιος καὶ ἐνδεδυμένος τὰ ὡς φῶς λευκὰ ὁμάτια.