Ancient Greek · ~11 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.43
Not analysed yet
Μετὰ δὲ ταῦτα γέγραπται, ὅτι ἀκούσαντες τῆς φωνῆς <ἐκ> τῆς νεφέλης τῆς μαρτυρούσης τῷ υἱῷ οἶ τρεῖς ἀπόστολοι, μὴ φέροντες τὴν τῆς φωνῆς δόξαν καὶ τὴν ἐπ αὐτῆς δύναμιν, ἱκέτευσαν πεσόντες ἐπὶ πρόσωΠον τὸν θεόν· σφόδρα γὰρ ἐφοβήθησαν τὸ παράδοξον τοῦ θεάματος καὶ τῶν ἀπὸ τοῦ θεάματος λελεγμένων. πρόσχες δέ, εἰ δύνασαι καὶ ταῦτα εἰπεῖν περὶ τῶν κατὰ τὸν τόπον ὅτι, νοήσαντες οἱ μαθηταὶ τὸν υἱὸν τοῦ θεοῦ κεχρηματικέναι Μωσεῖ καὶ αὐτὸν εἶναι τὸν εἰρηκότα· οὐ γὰρ ὄψεται ἄνθρωπος τὸ πρόσωπόν μου καὶ ζήσεται«, Λ· αὶ ἰδόντες γενόμενον τὸ πρόσωπον τοῦ υἱοῦ τοῦ θεοῦ ὡς ὁ ἥλιος· >τὴν περὶ αὐτοῦ μαρτυρίαν τοῦ θεοῦ προσλαβόντες, ὡς μὴ φέροντες τὰς τοῦ λό- aut discipulos docebat, quoniam qui proprie filius erat dei et dilectissimus apud deum, in quo conplacuit, quem praecipue oportet audire, ipse erat qui tunc est visus et transfiguratus splenduit (facie) sicut sol et vestimenta eius facta sunt sicut lumen. γου αὐγὰς ἐταπεινώθησαν »ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ θεοῦ«. ***ἀλλὰ μετὰ τὴν ἁφὴν τοῦ λόγου τοὺς ὀφθαλμοὺς ἐπάραντες εἶδον Ἰησοῦν μόνον, καὶ οὐδένα ἄλλον. ἓν γὰρ μόνον γέγονε Μωσῆς ὁ νόμος κοὶ Ἠλίας ἡ προφητεία Ἰησοῦ τῷ εὐαγγελίῳ, καὶ οὐχ ὥσπερ ἠσαν πρότερον τρεῖς, οὕτω μεμενήκασιν, ἀλλὰ γεγόνασιν οἱ τρεῖς εἰς τὸ ἔν. ταῦτα δέ μοι νόει ὡς πρὸς τὰ μυστικὰ πράγματα. πρὸς γὰρ τὸ ψιλὸν τοῦ γράμματος βούλημα Μωσῆς καὶ Ἠλίας »ὀφθέντες ἐν δόξῃ« καὶ συλλαλήσαντες τῷ Ἰησοῦ ἀπεληλύθασιν, ὅθεν ἐληλύθεισαν, τάχα τῶν λόγων μεταδώσοντες, ὧν ἐλάλησε μετ’ αὐτῶν ὁ Ἰησοῦς, τοῖς ὅσον οὐδέπω εὐεργετηθεῖσιν ὑπ᾿ αὐτοῦ>, εὐεργετη- θησομένοις ὑπ᾿ αὐτοῦ κατὰ τὸν καιρὸν τοῦ πάθους, ὅτε ἔμελλε »πολλὰ σώματα τῶν κεκοιμημένων ἁγίων«, ἀνοιχθέντων αὐτῶν τῶν μνημείων, ἀπιέναι »εἰς τὴν« ἀληθῶς »ἀγίαν πόλιν«, τὴν μὴ κλαιομένην ὑπὸ τοῦ Ἰησοῦ Ἱερουσαλήμ, καὶ ἐκεῖ ἐμφανίζεσθαι »πολλοῖς«. Μετὰ δέ τὴν ἐν τῷ ὄρει οἰκονομίαν καταβαινόντων ἐκ τοῦ ὄρους τῶν μαθητῶν, ἵνα ἐλθόντες πρὸς τὸν ὄχλον« ὑπηρετήσωσι τῷ υἱῷ τοῦ θεοῦ περὶ τῆς ἐκείνων σωτηρίας, ἐνετείλατο ὁ Ἰησοῦς τοῖς μαθηταῖς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ. τὸ δὲ μηδενὶ εἴπητε τὸ ὅραμα παραπλήσιον τῷ ἐν τοῖς ἀνωτέρω ἐξετασθέντι, ὅτε διεστείλατο τοῖς μαθηταῖς ἵνα μηδενὶ εἴπωσιν, ὅτι αὐτός ἐστιν ὁ Χριστός«. διὸ τὰ εἰς ἐκεῖνον εἰρημένα τὸν τόπον δύναται ἡμῖν εἶναι χρήσιμα κοὶ πρὸς τὸ προκείμενον, ἐπεὶ καὶ κατὰ ταῦτα βούλεται ὁ Ἰησοῦς μὴ λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ πρὸ τῆς μετὰ τὸ πάθος δόξης αὐτοῦ· ἐβλάβησαν γὰρ ἂν οἱ ἀκούοντες, κοὶ μάλιστα ὄχλοι, τὸν οὕτω δεδοξασμένον ὁρῶντες σταυρούμενον. διόπερ ἐπεὶ συγγενὲς ἦν τῇ μεταμορφώσει αὐτοῦ καὶ τῷ ὀφθέντι αὐτοῦ προσώπῳ ὡς ὁ ἥλιος τὸ δοξασθῆναι αὐτὸν τῇ ἀναστάσει, διὰ τοῦτο βούλεται τότε ταῦτα ὑπὸ τῶν ἀποστόλων λαληθῆναι, ἡνίκα ἐκ νεκρῶν ἀναστῇ.