Ancient Greek · ~19 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.1.1
Not analysed yet
<Ὠριγένους τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητικῶν> τόμος ιγ΄. <Καὶ> ἐπηρώτησαν οἱ μαθηταὶ λέγοντες· τέ οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; (17. —13]) οἱ μὲν συναναβάντες τῷ Ἰησοῦ μαθηταὶ τῶν ὑπὸ τῶν γραμματέων περὶ Ἠλίου παραδιδομένων ἐμέμνηντο, ὅτι πρὸ τῆς τοῦ Χριστοῦ ἐπιδημίας ἐλθὼν Ἠλίας εὐτρεπίσει αὐτῷ τὰς ψυχὰς τῶν παραδεξομένων αὐτόν. ἡ δὲ ἐν τῷ ὄρει ὀπτασία, καθ’ ἣν >ὁ Ἠλίας ἐφόνη, ἐδόκει μὴ συνάδειν τοῖς εἰρημένοις, ἐπεὶ οὐ πρὸ τοῦ Ἰησοῦ ἔδοξεν αὐτοῖς ἐληλυθέναι ὁ Ἠλίας, ἀλλὰ μετ’ αὐτοῦ. διὸ ταῦτά φασιν, οἰόμενοι ψεύδεσθαι τοὺς γραμματεῖς ***πρὸς δέ τοῦτο ὁ σωτὴρ ἀποκρίνεται, οὐκ ἀθετῶν τὰ περὶ τοῦ Ἠλίου παραδιδόμενα, ἀλλὰ ἄλλην τοῦ Ἠλίου Πρὸ τῆς Χριστοῦ ἐπιδημίαν ἀγνοηθεῖσαν ὑπὸ τῶν γραμματέων εἶναι φάσκων, καθ’ ἣν ἀγνοήσαντες αὐτόν, ὡς συναίτιοι γενόμενοι τῷ αὐτὸν εἰς φυλακὴν βληθῆναι ὑπὸ Ἡρώδου καὶ τῷ αὐτὸν ἀναιρεθῆναι ὑπ᾿ αὐτοῦ, πεποιήκασιν ἐν αὐτῷ ὅσα ἠθέλησαν. εἶτα ἀνάλογον οἶς πεποιήκασιν εἰς τὸν Ἠλίαν φησὶν ὑπὸ τῶν αὐτῶν πείσεσθαι. καὶ ταῦτα μέν ὡς περὶ Ἠλίου οἵ τε μαθηταὶ ἐπηρώτων καὶ ὁ σωτὴρ ἀπεκρίνατο· οἶ δέ ἀκούσαντες συνῆκαν τὸ Ἠλίας ἤδη ἦλθε καὶ τὸ ἑξῆς αὐτῷ εἰρημένον ὑπὸ τοῦ σωτῆρος τὴν ἀναφορὰν ἐσχηκέναι ἐπὶ τὸν βαπτιστὴν Ἰωάννην. καὶ ταῦτα μὲν εἰρήσθω σαφηνείας ἕνεκεν τοῦ ἐκκειμένου ῥητοῦ· ἤδη δὲ κατὰ δύναμιν καὶ τῶν ἐναποκειμένων αὐτῷ πραγμάτων τὴν ἐξέτασιν ποιησώμεθα. Ἐν τούτοις Ἠλίας οὐχ ἡ ψυχὴ <Ἠλίου> δοκεῖ μοι λέγεσθαι, μὴ ἐμπίπτω εἰς τὸ ἀλλότριον τῆς ἐκκλησίας τοῦ θεοῦ περὶ τῆς μετενσωματώσεως δόγμα, |οὔτε παραδιδόμενον ὑπὸ τῶν ἀποστόλων οὔτε ἐμφαινόμενόν που τῶν γραφων· καὶ γὰρ ἐναντίον ἐστὶ ἐστὶ τῷ »τὰ βλεπόμενα πρόσκαιρα« εἶναι καὶ συντέλειαν πείσεσθαι τὸν αἰῶνα τοῦτον, ἀλλὰ καὶ τῷ πληρωθῆναι <τὸ> »ὁ οὐρανὸς ἡ γῆ παρελεύσονται« καὶ τὸ »παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου« καὶ τὸ οἱ οὐρανοὶ ἀπολοῦνται« μετὰ καὶ τῶν ἑξῆς αὐτῷ. εἰ γὰρ καθ᾿ ὑπόθεσιν) δὶς δύναται γενέσθαι ἐν τῇ ἀπ᾿ ἀρχῆς μέχρι συντελείας τοῦ κόσμου καταστάσει ἡ αὐτὴ ψυχὴ ἐν τῷ σώματι δι’ αἰτίαν <δι'> ὄν γένοιτο ἐν αὐτῷ), ἡ δι’ ἁμαρτίαν γενομένη δὶς ἐν σώματι διὰ τί οὐχὶ καὶ τρὶς καὶ πλεονάκις ἔσται ἐν αὐτῷ, τῶν διὰ τὸν βίον τοῦτον καὶ τὰ ἡμαρτημένα ἐν αὐτῷ κολάσεων τούτῳ ἀποδοθησομένων μόνῳ τῷ τρόπῳ κατὰ τὴν μετενσωμάτωσιν; ὅπερ ἐὰν ἐξ ἀκολουθίας δοθῇ, οὐκ ἔσται τάχα ὅτε ψυχὴ οὐ μετενσωματωθήσεται· ἀεὶ γὰρ διὰ τὰ πρότερα ἁμαρτήματα ἐπιδημήσει τῷ σώ- ματι, καὶ οὕτως οὐχ ἕξει χώραν ἡ τοῦ κόσμου φθορά, καθ᾿ ἥν ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται«. ἵνα δὲ κατὰ τὴν ὑπόθεσιν ταύτην διδῶται τὴν πάντη ἀναμάρτητον μηκέτι ἥξειν εἰς τὸ διὰ γενέσεως σῶμα, διὰ πόσων χρόνων οἴει μίαν εὑρήσεσθαι πάντη καθαρεύσασαν ψυχὴν καὶ μὴ δεομένην μετενσωματώσεως; ὅμως δὲ καὶ οὕτως μιᾶς τινος ἀεὶ ἐκ τοῦ ὡρισμένου τῶν ψυχῶν ἀριθμοῦ μεθισταμένης καὶ μηκέτι εἰς σῶμα ἐρχομένης, ἐπιλείψει ποτέ ὡς διό τινων ὡσπερεὶ ἀπείρων χρόνων ἡ γένεσις, καταντήσαντος τοῦ κόσμου ἐπί τινα ἔνα ἢ δεύτερον ἢ ὀλίγῳ πλείους μεθ᾿ οὓς καὶ αὐτοὺς τελειωθέντας ὁ κόσμος φθαρήσεται, ἐπιλειπόντων τῶν εἰς σῶμα ἐρχομένων. Ὅπερ οὐκ ἀρέσκει τῇ γραφῇ· πλῆθος γὰρ οἶδεν ἁμαρτωλῶν ἐν τῷ χρόνῳ τῆς τοῦ κόσμου φθορᾶς. ὅΠερ ἐστὶ δῆλον συνεξεταζομένου τοῦ πλὴν ἐλθὼν ὁ υἱὸς τοῦ ἀνθρώπου >εὑρήσει τὴν πίστιν ἐπὶ τῆς ᾧ εὕρομεν παρὰ τῷ Ματθαίῳ οὕτως εἰρημένῳ· ὥσπερ δὲ αἱ ἡμέραι τοῦ Νῶε, οὕτο)ς ἔσται ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου. ὡς γὰρ ἦσαν ἐν ταῖς ἡμέραις ταῖς πρὸ〉 τοῦ κατακλυσμοῦ« καὶ τὰ ἑξῆς. ἔσται δέ τοῖς τότε ἡ τῶν ἁμαρτημάτων εἴσπραξις οὐκ ἐν μετενσωματωσει. εἰ γὰρ ἔτι ἁμαρτάνοντες παραλαμβάνονται, ἤτοι ἄλλῳ τρόπῳ κολάσεως μετὰ τοῦτο κολασθήσονται, κοὶ κατὰ τοῦτο ἤτοι δύο τρόποι κολάσεων ἔσονται γενικοί ὁ μέν ἐν μετενσωματώσει, ὁ δὲ ἔξω τοῦ τοιούτου σώματος· καὶ λεγέτωσαν τὰς τούτων αἰτίας καὶ διαφοράς), ἢ οὐ κολασθήσονται, ὡς ἀθρόως ἀποβαλόντες τὰ ἁμαρτήματα οἱ ἐπὶ συντελείᾳ καταλειφθέντες, ἢ ὅπερ βέλτιον) εἷς ἐστι τρόΠος κολάσεως τοῖς ἡμαρτηκόσιν ἐν σώματι τὸ ἔξω αὐτοῦ <καὶ> τῆς καταστάσεως βίου τούτου τὸ κατ’ ἀξίαν τῶν ἡμαρ- τημένων παθεῖν. ἕκαστον δέ τούτων τῷ ἐνορᾶν δυναμένῳ τοῖς πράγμασιν ἀνατρεπτικόν ἐστι τῆς μετενσωματωσεως. εἰ δέ ἀναγκαίως οἱ τὴν μετενσωμάτωσιν εἰσάγοντες Ἕλληνες, ὡς ἀκόλουθα αὐτοῖς τιθέντες, οὐδὲ φθείρεσθαι βούλονται τὸν κόσμον, ὥρα καὶ τούτους, ἀντιβλέψαντας ταῖς ἐκφαινούσαις γραφαῖς φθαρήσεσθαι τὸν κόσμον, ἢ ἀπιστῆσαι αὐταῖς ἢ εὑρεσιλογεῖν περὶ διηγήσεως τῶν κατὰ τὴν συντέλειαν ὅπερ κἂν βούλωνται) ποιῆσαι οὐ δυνήσονται. ἔτι δέ καὶ τοῦτο τοῖς τολμήσασιν ἂν λέγειν μὴ φθαρήσεσθαι τὸν κόσμον φήσομεν ὅτι, εἰ μὴ φθείρεται ὁ κόσμος ἀλλ᾿ ἐπ᾿ ἄπειρον ἔσται, οὐκ ἔσται ὁ θεὸς »εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν«. ἀλλ᾿ (εἰ ἄρα) μέρος ἤτοι ἕκαστον εἴσεται »πρὶν γενέσεως« αὐτοῦ ἤ τινα. κοὶ μετὰ ταῦτα πόλιν ἕτερα· ἄπειρα γὰρ τῇ φύσει οὐχ οἷόν τε περιλαμβάνεσθαι τῇ περατοῦν πεφυκυίᾳ τὰ γινωσκόμενα γνώσει. τούτῳ δέ ἀκολουθεῖ μηδὲ προφητείας δύνασθαι γενέσθαι Περὶ Πόντων ὡντινωνοῦν, ἅτε ἀπείρων ὄντων τῶν πάντων.