Ancient Greek · ~10 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.6
Not analysed yet
Εἶτα σαφηνίζων καὶ γυμνότερον παριστὰς (τοῖς περιελκομένοις διὰ τὴν ὁμωνυμίαν ἄπρτου καὶ ζύμης) ὅτι μὴ περὶ αἰσθητοῦ ἔλεγεν αὐτοῖς ἄρτου, ἄλλὰ περὶ τῆς ἐν τῇ διδασκαλίᾳ ζύμης, ἐπιφέρει τὸ πῶς οὐ νοεῖτε, ὅτι οὐ περὶ ἄρτου εἶπον ὑμῖν; προσέχετε δὲ ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ Σαδδουκαίων. καίτοι μηδὲ γυμνώσαντος αὐτοῦ τὴν ἑρμηνείαν ἀλλ᾿ ἔτι ἐπιμένοντος τῇ τροπολογίᾳ, συνῆκαν οἱ μαθηταὶ ὅτι ὁ λόγος τῷ σωτῆρι ἦν περὶ διδοσκαλίας, τροπικῶς ζύμης εἰρημένης, ἣν ἐδίδασκον Φαρισαῖοι καὶ Σαδδουκαἶοι. ὅσον μὲν οὖν ἔχομεν σὺν ἡμἶν τὸν Ἰησοῦν ποιοῦντα τὴν φάσκουσαν ἐπαγγελίον· »ἐδοὺ ἐγὼ μεθ᾿ ἡμῶν εἰμι πόσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος«, οὐ δυνάμεθα »νηστεύειν« οὐδὲ ἀπορεῖν τροφῆς, ὡς διὰ τὴν ἀπορίαν αὐτῆς ζητεῖν κἂν παρὰ Φαρισαίων καὶ Σαδδουκαίων τῆς ἀπηγορευμένης ζύμης λαμβάνειν καὶ ἐσθίειν. γένοιτο δ᾿ ἄν ποτε καιρός, συνόντος αὐτοῦ, τοῦ ἡμᾶς ἀτροφεῖν, ὡς ἐν τοῖς ἀνωτέρω λέλεκται ἐν τῷ »ἤδη ἡμέρας τρεῖς παραμένουσί μοι καὶ οὐκ ἔχουσι τί φάγωσιν«. ἀλλὰ κἂν τοῦτο συμβῇ, μὴ βουλόμενος ἡμᾶς »νήστεις ἀπολῦσαι, μήποτε ἐκλυθῶμεν ἐν τῇ ὁδῷ«, εὐχαριστεῖ ἐπὶ τοῖς παρὰ τοῖς μαθηταῖς ἄρτοις καὶ ποιεῖ ἡμῖν περισσεῦσαι ἀπὸ τῶν ἑπτὰ (ὡς ἀποδεδώκαμεν) ἄρτων τὰς ἑπτὰ σπυρίδας. ἔτι δὲ καὶ τοῦτο τηρητέον (διὰ τοὺς οἰομένους μὴ πάνυ τι τὴν θεότητα παρίστασθαι τοῦ σωτῆρος ἐκ τοῦ κατὰ Ματθαῖον εὐαγγελίου), ὅτι [τὸ] διαλογιζομένων ἐν ἑαυτοῖς τῶν μαθητῶν καὶ λεγόντων ἄρτους μὴ ἔχειν <τὸ> γνῶναι τοὺς διαλογισμοὺς τὸν Ἰησοῦν καὶ εἰπεῖν· τί διαλογίζεσθε ἐν ἑαυτοῖς, ὀλιγόπιστοι, ὅτι ἄρτους οὐκ ἐλάβετε, οὐκ ἀνθρώπινον ἦν· »μονώτατος« γὰρ γινώσκει τὰς καρδίας τῶν ἀνθρώπων (ὡς ὁ Σολομῶν ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν φησιν) ὁ κύριος. ἐπεὶ δὲ τοῦ Ἰησοῦ εἰπόντος· προσέχετε ἀπὸ τῆς ζύμης, συνῆκαν οἱ μοθηταὶ ὅτι οὐκ εἶπε προοέχειν ἀπὸ τῶν ἄρτων, ἀλλ᾿ ἀπὸ τῆς διδαχῆς τῶν Φαρισαίων καὶ Σαδδουκαίων, ἐπιστήσεις εἰ, ὅπου ποτ᾿ ἂν ζύμη ὀνομασθῇ, εἰς διδαχὴν τροπολογεῖται, εἴτε ἐν νόμῳ εἴτε καὶ ἐν ταῖς μετὰ τὸν νόμον γραφαῖς. οὕτω δὲ μήποτε ζύμη οὐ προσφέρεται ἐπὶ τὸ θυσιαστήριον· οὐ γὰρ δεῖ τὰς εὐχὰς τρόπον ἔχειν διδασκαλίας, ἀλλ᾿ εἶναι αὐτὸ μόνον αἰτήσεις ἀγαθῶν ἀπὸ τοῦ θεοῦ. ζητήσαι δ᾿ ἄν τις διὰ τὰ ἀποδεδομένα περὶ τῶν μαθητῶν ἐλθόντων εἰς τὸ πέραν, εἰ δύναταί τις ἐλθὼν εἰς τὸ πέραν ὀνειδίζεσθαι ὡς ὀλιγόπιστος καὶ ὡς οὐδέπω νοῶν οὐδὲ μνημονεύων τῶν ὑπὸ τοῦ Ἰησοῦ γεγενημένων. οὐ χαλεπὸν δ’ οἶμαι) πρὸς τοῦτο εἰπεῖν ὅτι, ὡς πρὸς τὸ τέλειον«, ὅπερ ὅταν ἔλθῃ, τὸ ἐκ μέρους καταργηθήσεται«, πᾶσα ἡ ἐνταῦθα πίστις ἡμῶν ὀλιγοπιστία ἐστί, καὶ ὡς πρὸς ἐκεῖνο οὐδέπω νοοῦμεν οἱ »ἐκ μέρους« γινώσκοντες οὐδέ μνημονεύομεν · οὐ γὰρ διαρκῆ καὶ συμπαρεκτεινομένην μνήμην ἀναλαβεῖν δυνάμεθα τῷ πλήθει τῆς φύσεως τῶν θεωρημάτων.