Ancient Greek · ~9 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.7
Not analysed yet
Ἐτι δέ ἔστι καὶ ἐντεῦθεν μαθεῖν ὅτι καὶ ἐπὶ μόνοις διαλογισμοῖς οὕς ἐν ἑαυτοῖς διαλογιζόμεθα, ἔσθ᾿ ὅτε ἐγκαλούμεθα καὶ ὡς ὀλιγόπιστοι ὀνειδιζόμεθα. ἐγὼ δ’ οἶμοι ὅτι, ὥσπερ μοιχεύει τις ἐν τῇ καρδίᾳ« μόνη οὐ πάντως φθάνων κοὶ ἐπὶ τὴν πρᾶξιν, οὕτω καὶ τὰ λοιπὰ τῶν ἀπηγορυμένων ἐν μόνη τῇ καρδίᾳ τις πράττει. ὡς οὖν ὁ μοιχεύσας »ἐν τῇ καρδίᾳ« ἀνάλογον τῇ τοιαύτη μοιχείᾳ κολασθήσεται, οὕτως καὶ ὁ τῶν ἀπηγορευμένων τι ποιήσας ἐν τῇ καρδίᾳ, φέρ’ εἰπεῖν κλέψας ἐν μόνη καρδίᾳ ἢ ψευδομαρτυρήσας ἐν μόνη καρδίᾳ, οὐχ ὡς ὁ καὶ ἔργῳ μὲν κλέψας ἢ καὶ τὴν πρᾶξιν τῆς ψευδομαρτυρίας ἐπιτελέσας, ὡς δέ μόνον ἐν τῇ καρδίᾳ τὰ τοιαῦτα παιήσας καλασθήσεται, κοὶ τοῦτο εἰ Παρ’ αὑτὸν μὴ ἦλθε καὶ ἐπὶ τὴν μοχθηρὰν πρὰξιν · εἰ γὰρ πρὸς τῷ βεβουλῆσθαι ἐνεχείρησε μὲν οὐ τέτευχε δέ, κολασθήσεται οὐχ ὡς τῇ καρδίᾳ μόνη, ἀλλὰ καὶ τῇ πράξει ἡμαρτηκώς. ζητήσαι δ’ ἄν τις πρὸς τὰ τοιαῦτα, εἰ μοιχεύει μέν τις »ἐν τῇ καρδίᾳ« μόνη κἄν μὴ τὸ ἔργον τῆς μοιχείας ποιήσῃ, οὐ σωφρονεῖ δὲ ἐν μόνη τῇ καρδίᾳ· τὸ παραπλήσιον δὲ καὶ περὶ τῶν λοιπῶν ποιήσεις ἐπαινετᾶν. ἔχει δέ τι πιθανῶς ἡμᾶς παραλογίσασθαι συνάμενον ὁ τόπος, ὅπερ τοῦτον οἶμοι) καθαρτέον τὸν τρόπον · μοιχεία μὲν γενομένη ἐν τῇ καρδίᾳ« ἔλαττόν ἐστιν ἁμάρτημα ἢ εἰ προσθείη τις καὶ τὴν πρᾶξιν· ἀμήχανον δέ σωφροσύνην εἶναι ἐν καρδίᾳ ἐμποδίζουσαν τῇ σωφρονικῇ πράξει, εἰ μὴ ἄρα τις καὶ ἐπὶ τούτου τὴν ἐν ἐρημίᾳ βιασθεῖσαν παραλάβοι κατὰ τὸν νόμον) εἰς παράδειγμα παρθένον. ἔστω γὰρ τὴν καρδίαν τινὸς εἶναι καθαρωτάτην, τὴν δὲ βίον πεποιηκέναι, <τὴν> ἐν τῷ ἀκολάστῶ, φθορὰν τοῦ σώματος τῆς σώφρονος —αὕτη δὴ δοκεῖ μοι σώφρων μὲν πάντως εἶναι ἐν τῷ κρυπτῷ, τῷ δὲ σώματι οὐκέτι εἶναι καθαρὰ ὁποία πρὸ τῆς βίας ἦν ἀλλ᾿ οὐχί, ἐπεὶ οὐ καθαρά, ἤδη καὶ ἀκόλαστος. Ταῦτα καὶ διὰ τὸ ἐλογίζοντο ἐν ἑαυτοῖς λέγοντες ὅτι ἄρτους οὐκ· ἐλάβομεν ᾧ ἐπιφέρεται τὸ γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν· ὀλι- γε γόπιστοι, τι διαλογίζεσθε ἐν ἑαυτοῖς καὶ τὰ ἑξῆς· ἔδει γὰρ τὸν περὶ τῶν ἐν τῷ κρυπτῷ φόγον ἐξετασθῆναι καὶ παρανακειμένως αὐτῷ τὸν ἐν τῷ κρυπτῷ ἔπαινον.