Ancient Greek · ~4 min
Book 12
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 12.8
Not analysed yet
θαυμάζω δέ εἰ οἱ μαθηταὶ ταὶ ᾤοντο, πρὶν σαφηνισθῆναι αὐτοῖς ὑπὸ τοῦ Ἰησοῦ τὸν λόγον, ὅτι ἀπαγορεύει αὐτοῖς ὁ διδάσκαλος καὶ ὁ κύριος αἰσθητὴν ***ζύμην Φαρισαίων ἢ Σαδδουκαίων φυλάξασθαι ὡς οὐ καθαρὰν καὶ διὰ τοῦτο ἀπαγορευομένην, ἴνα μηδ’ ὅτε ἄρτους οὐκ εἰλήφεισαν, τῇ ἐκείνων ζύμῃ χρήσωνται. τὸ δ’ ὅμοιον καὶ ἐπ᾿ ἄλλων μέν ζητήσαιμεν ,ἀρκεῖ δέ παραδείγματος χάριν τὸ περὶ τῆς Σαμαρείτιδος ἐν τῷ »πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πόλιν · ὅς δ’ ἄν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν καὶ γὰρ ἐκεῖ ὅσον ἐπὶ τῇ λέξει) ἡ Σαμαρεῖτις δόξει οἴεσθαι περὶ ὔδατος αἰσθητοῦ ἐπαγγέλλεσθαι τὸν σωτῆρα λέγοντα· »ὅς δ’ ἄν πίη ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα«. κἀκεῖνα οὖν τροπολογητέον καὶ συνεξεταστέον ὕδωρ πηγῆς »τοῦ Ἰακώβ«, ἀφ᾿ ἧς ἤντλει ἡ Σαμαρεῖτις, ὕδατι τοῦ Ἰησοῦ, καὶ ἐνταῦθα τό ὅμοιον ποιητέον· τάχα γὰρ οὐδὲ ἄρτοι ἦσαν πεφθέντες, ἀλλά τις ζύμη οὐτὸ μόνον ὠμὴ ἡ διδαχὴ τῶν Φαρισαίων καὶ Σαδδουκαίων.