Ancient Greek · ~14 min
<Ὡριγένους> τῶν εἰς τὸ Ματθαῖον εὐαγγέλιον ἐξηγητι- κῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.1
Not analysed yet
Κοὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν καὶ τὰ ἑξῆς ἕως τοῦ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου (Matth. 21, –5). καὶ ὁ Μᾶρος δέ κατὰ τὸν τόπον οὕτο)ς ἀνέγραφε · καὶ ὅτε εγγίζουσιν εἰς Ἱεροσόλυμα κοὶ εἰς Βηθανίαν πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν« καὶ <τὰ> ἐξῆς ἕως τοῦ καὶ εὐθέως ἀποστελεῖ«· ὁ δὲ Λουκᾶς τοῦτον τὸν τρόπον · καὶ ταῦτα εἰπὼν ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα« καὶ τὰ ἑξῆς, ἕως τοῦ οὕτως ἐρεῖτε · ὅτι ὁ κύριος αὐτοῦ χρείαν ἔχει«. Ἄξιόν ἐστι μάλιστα ἐπὶ τῶν τοιούτων τοῦ εὐαγγελίου ῥητῶν ἐπιστῆσαι τῷ βουλήματι τῶν ἀναγραφόντων κοὶ τῇ προαιρέσει αὐτῶν, τί σκοποῦντες ἀνέγραψαν πρὸς τοῖς τεραστίοις καὶ παραδόξοις τῶν ὑπὸ τοῦ σωτῆρος γεγενημένων καὶ τὰ μηδὲν ἐμφαίνοντα τοιοῦτον. ἔστω γὰρ περὶ τυφλῶν ἀναβλέψεως καὶ παρέτων ἰάσεως καὶ νεκρῶν ἀναστάσεως κοὶ λεπρῶν καθαρίσεως πεπραγματεῦσθαι τοὺς εὐαγγελιστὰς εἰς οἰκοδομὴν τὴν περὶ τοῦ Ἰησοῦ τοῖς ἐντευξομένοις αὐτῶν τῇ γροφῇ, τί βούλεται αὐτοῖς τὸ προκείμενον ῥητόν, καθὸ ἡνίκα τοῖς Ἱεροσολύμοις ἤγγισεν ὁ Ἰησοῦς μετὰ τῶν μαθητῶν καὶ ἐλήλυθεν εἰς Βηθφαγὴν πλησίον τοῦ ὄρους τῶν Ἐλαιῶν, ἀπέστειλε δύο μαθητὰς ἐντελλόμενος αὐτοῖς περὶ ὄνου καὶ πώλου ἴνα λύσαντες ἀγάγωσιν αὑτῷ, τῷ ἔσθ’ ὅτε μὴ ὁκνήσαντι πλείονα ὁδὸν πεζευσαι, καὶ τοῖς ἑαυτοῦ ποσὶ τὴν ὁδοιπορίαν εκτελεσαι, ὡς ὅτε ἀπὸ Ἱεροσολύμων διήρχετο διὰ τῆς Σαμαρείας <εἰς τὴν καὶ> φθάσας ἐπὶ τὸ κοπιάσας ἐκ τῆς ὁδοιπορίας« ἐκαθέσθη παρ’ αὐτῷ; τί δέ καὶ αὐτῷ τῷ Ἰησοῦ πρόκειται ὄνον δεδεμένην μετὰ πώλου λύεσθαι κελεύοντι <καὶ> προστάσσοντι λέγειν τῷ ἐπὶ τούτῳ φάσκοντι ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει· εὐθέως δὲ ἀποστελεῖ αὐτούς; ὁ γὰρ τηλικοῦτος κύριος, χρείαν ἔχων ὄνου κοὶ πώλου τῶν πάλαι δεδεμένων, ἐμφαινέτω ***τι ἄξιον αὐτοῦ τῆς μεγαλοπρεπείας. Ἐπιτείνει δὲ τὴν κατὰ τὸν τόπον ζήτησιν προφήτης Ζαχαρίας ὁ τοῦ Βαραχίου, προφητεύσας περὶ τούτων προφητείαν ἀξίαν ἐπιστάσεως, ἐν ᾗ αὐταῖς λέξεσι γέγραπται ταῦτα· χοῖρε »χαῖρε θύγατερ Σιών· |κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχαταί σοι δίκαιος καὶ σῴζων, αὐτὸς πραΰς καὶ ἐπιβεβηκῶς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον«. εἰ δέ βούλει ἀπὸ τοῦ προφήτου μαθεῖν πῶς ἐστι χαῖρε σφόδρα] χαρᾶς ἄξια τῇ θυγατρὶ Σι(ὸν τὰ προφητευόμενα, ἄκουε τοῦ κοὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραΐμ καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν· καὶ κατάρξει ὑδάτων ἕως θαλάσσης καὶ ποταμῶν διεκβολὰς γῆς. καὶ σὺ ἐν αἵματι διαθήκης ἐπαπέστειλας δεσμίους σου ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ. καθήσεσθε ἐν ὀχυρώματι δέσμιοι τῆς συναγωγῆς, κοὶ ἀντὶ μιᾶς ἠμερας παροικίας σου διπλᾶ ἀνταποδώσω σοι«. κοὶ ἵνα μὴ μηκύνωμεν τὸν λόγον ἐπὶ πλεῖον, καταλίπωμεν τῷ βουλομένῳ συγκρῖναι τὴν προφητείαν τῇ κατὰ τὸ εὐαγγέλιον ἱστορίᾳ ὅλα τὰ κατὰ τοὺς τόπους ἐξετάσαι παρακειμένης τῆς λέξεως. ἐσημειωσάμεθα δέ ὥσπερ ἐπ’ ἄλλων ὅτι μὴ αὐτοῖς λέξεσιν ὁ Ματθαῖος καὶ ὁ Ἰωόννης ἐξέθεντο τὸ προφητικόν· οὐ γὰρ ταὐτὸν τὸ »χαῖρεσφόδρα, θύγατερ Σιών, <κήρυσσε, θύγατερ Ἱερουσαλὴμ> «τῷ· εἴπατε τῇ θυγατρὶ Σιὼν <ἢ τῷ μὴ φοβοῦ, θυγάτηρ Σιών«>, ἀλλὰ <καὶ τὰ> μετὰ τὸ ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σου) προτεταγμένα τοῦ »πραΰς« οὐκ ἐξέθετο ὁ Ματθαῖος, οὕτως ἔχοντα · δίκαιος καὶ σῲζων αὐτός«. ἔτι δέ ἀντὶ τοῦ καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ πῶλον υἱὸν ὑποζυγίου ’»καὶ ἐιβεβηκὼς ἐπὶ ὄνον> καὶ πῶλον νέον« ἢ ὡς ἔν τισι πῶλον ὑποζυγίου«. ὁ δέ Ἰωάννης ἀντὶ τοῦ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον <καὶ πῶλον νέον>« πεποίηκε· »καθήμενος ἔρχεται ἐπὶ πῶλον ὄνου« · ὅστις ἐμφαίνων ὅτι γνώσεως δεῖται τὸ κατὰ τὸν τόπον, ἐπιφέρει τὸ »ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ μαθηταὶ αὐτοῦ τὸ πρότερον«.