Ancient Greek · ~22 min
Τῶν εἰς τὸ κατὰ Ματθαῖον Ὠριμένους ἐξηγητικῶν τόμος ιζ΄.
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 14.1-2
Not analysed yet
Πλὴν κἄν εὐφημῶσιν οἱ ὄχλοι τὸν Ἰησοῦν, φρονοῦσι μέν τι περὶ αὐτοῦ ἀληθές, οὐ μὴν <καὶ> τὸ μέγεθος συνιᾶσιν αὐτοῦ. ἦν μέν γὰρ Ἰησοῦς καὶ προφήτης, ὡς δῆλον τῷ νοήσαντι τὸ προφήτην ἐκ τῶν ἀδελφλῶν ὑμῶν ἀναστήσει ὑμῖν κύριος ὁ θεὸς ὑμῶν ὡς ἐμέ · αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἄν λαλήσῃ« ὁ προφήτης ἐκεῖνος. ὄς δ’ ἄν »μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου ἐξολοθρευθήσεται«. πλὴν οὐχ ἡ ὑπεροχὴ αὐτοῦ ἐν τῷ προφήτην αὐτὸν εἶναι ἦν ἀλλ’ ἐν τῷ υἱὸν θεοῦ πρωτότοκον »πάσης κτίσεως« καὶ εἰκόνα »τοῦ θεοῦ τοῦ ἐν ᾧ »ἐκτίσθη τὰ πάντα ἐν τῷ οὐρανῷ κοὶ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα«, καὶ τὰ ἑξῆς. καὶ μᾶλλον ἦν αὐτοῦ ἡ ὑπεροχὴ ἐν τῷ εἶναι αὐτὸν σοφίαν τὴν λέγουσαν· »ὁ θεὸς ἐκτήσατό με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ«, προ του τι ποιησαι, καὶ »πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με ἐν ἀρχῇ, πρὸ τοῦ τὴν γῆν ποιῆσαι« καὶ τὰ ἑξῆς. κοὶ τούτους γε τοὺς ὄχλους οὕτως φρονοῦντος περὶ αὐτοῦ καὶ ἑτοίμως ἔχοντος ὑπερπολεμεῖν αὐτοῦ πρὸς τοὺς πολεμοῦντος, φοβοῦνται οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι, καὶ οὐ δύνανται, ἵν’ ἐπιβουλεθυσωσι θέλοντες κρατῆσαι τοῦ Ἰησοῦ, κρατῆσαι αὐτοῦ. ἐνταῦθα μὲν οὖν γέγραπται· ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον· παρὰ τοῦτο δ’ ἄν ποιήσοις ὅτι οἱ ὄχλοι, κἄν μὲν τῇ λέξει ὠς προφήτην αὐτὸν ἔχωσιν, εἰς ὅ τι ποτ ἄν ἔχωσιν αὐτόν, πολλῷ ἔλαττον εχουσιν αυτον ου εστιν, οὐ φθάνοντες οὐδέ ἐπὶ τὴν ἐκ μέρους« γνωσιν τῶν ἐκ μέρους« αὐτὸν γινωσκόντων κοὶ οὐδὲν <ἄξιον> τρανοῦντες αυτου. Τοῦτο δέ λέγω περὶ τῶν ἀληθῶς περὶ αὐτοῦ φρονούντων. οὐ νομιστέον γὰρ εἰναι »ὑπὲρ« αὐτοῦ τοὺς τὰ ψεύδη φρονοῦντας περὶ αὐτοῦ φαντασίᾳ τοῦ δοξάζειν αὐτόν, ὁποῖοι εἰσιν οἱ συγχέοντες πατρὸς καὶ υἱοῦ ἔννοιαν καὶ τῇ ὑποστάσει ἔνα διδόντες εἶναι τὸν πατέρα καὶ τὸν υἱόν, τῇ ἐπινοίᾳ μόνῃ καὶ ὀνόμασι <μόνοισ> διαιροῦντες τὸ ἔν ὑποκείμενον. καὶ οἱ ἀπὸ τῶν αἱρέσεων φαντασίᾳ τοῦ μεγάλα περὶ αὐτοῦ φρονεῖν »ἀδικίαν εἰς τὸ ὔψος« λαλοῦντες καὶ κακῶς λέγοντες τὸν δημιουργὸν οὐκ εἰσὶν »ὑπὲρ« αὐτοῦ· οὐ γάρ εἰσι »μετ’« αὐτοῦ κοὶ διὰ τοῦτό εἰσι »κατ’« αὐτοῦ, »ὁ γὰρ μὴ ὢν φησὶ) μετ’ ἐμοῦ κατ’ ἐμοῦ ἐστιν«. οὕτω δέ κἄν συνάγωσιν οἱ μὴ τὰ ἀληθῆ Περὶ τοῦ υἱοῦ φρονοῦντες ἐν τῷ ὀνόματι Ἰησοῦ, σκορπίζουσι μᾶλλον ἢ συνάγουσι. φησὶ γὰρ ὁ σωτήρ · »καὶ ὁ μὴ συνάγων μετ’ ἐμοῦ σκορπίζει«· καὶ πρόσχες ὅτι μὴ εἴρηται ἁπλῶς· »ὁ μὴ συνάγων σκορπίζει«, ἀλλὰ μετὰ ἀκριβοῦς προσθήκης τῆς »μετ’ ἐμοῦ«, δεῖ γὰρ τὸν συνάγοντα μετ’ αὐτοῦ συνάγγειν. νοήσεις δέ τὸν μετ’ αὐτοῦ συνάγοντα ἐπιστήσας τῷ »συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ παραδοῦναι τὸν τοιοῦτον τῷ σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός« · τὸ γὰρ »συναχθέντων ὑμῶν καὶ τοῦ ἐμοῦ πνεύματος σὺν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ« δηλοῖ τὸν συνάγοντα μετ’ αὐτοῦ. καὶ οὐκ ἄν λέγοις τὸ »συναχθέντων ὑμῶν ἐν τῇ δυνάμει τοῦ κυρίου Ἰησοῦ« ἁρμόζειν τοῖς ἤτοι μετὰ τοῦ κακῶς βιοῦν συνάγουσιν ἤτοι συναγομένοις ἢ μετὰ τοῦ κακῶς καὶ ἀσεβῶς φρονεῖν περὶ τοῦ θεοῦ ἢ τοῦ Χριστου αυτου. Ταῦτα καὶ διὰ τό τοὺς ὄχλους φρονοῦντας περὶ τοῦ Ἰησοῦ, τοὺς ὑπέρ αὐτοῦ καὶ πολλῷ ἔλαττον φρονοῦντας τῆς ἀξίας αὐτοῦ, λέγεσθαι εἰς προφήτην αὐτὸν εσχηκεναι. συνεξετάσας δέ τούτοις τὴν τοῦ Λουκᾶ περὶ τῶν ὁμοίων λέξιν τρανότερον (οἶμαι) κατασκευάσεις τὰ προειρημένα· ὄστις φησί · »καὶ ἦν διδάσκων τὸ καθ’ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δέ ἀρχιερεῖς καὶ οἱ γραμ- ματεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λοοῦ ἐζήτουν αὐτὸν ἀπολέσαι, καὶ οὐχ εὔρισκον τί ποιήσουσιν· ὁ γὰρ λαὸς ἄπας ἐξεκρέματο αὐτοῦ ἀκούων«. κοὶ ἐν τούτοις γὰρ δηλοῦται ὅτι οἱ τῶν ἸουδαΪκῶν προϊστάμενοι παρανόμως ὄχλων ὀνομαζόμενοι ἀρχιερεῖς) κοὶ γραμματεῖς ἐχθροὶ τῷ Ἰησοῦ) καὶ πρεσβύτεροι τοῦ λαοῦ ζητοῦσι μὲν τόν Ἰησοῦν ἀπολέσαι καὶ ἀφανίσαι τὸ ὄνομα αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων καὶ τὴν περὶ αὐτοῦ πίστιν· οὐχ εὑρίσκουσι δὲ τί ποιήσουσιν εἰς ὅπερ βούλονται ἀνύσαι, ἄτε προληφθέντος παντὸς τοῦ εἰς αὐτὸν πιστεύσαντος λαοῦ καὶ ἐξηρτημένου τῆς εἰς τὸν Ἰησοῦν ἀγάπης καὶ ἐκκρεμαμένου ἐν τῷ ἀκούειν τῆς διδασκαλίας αὐτοῦ καὶ τοῦ λόγου αὐτοῦ. καὶ ἔστι γε τοῦτο ἰδεῖν μέχρι τοῦ δεῦρο, τίνα τρόπον ζητοῦσι καθελεῖν οἱ προβαλλόμενοι τὴν θεραπείαν τοῦ θεοῦ ὡς ἀρχιερεῖς αὐτοῦ καὶ τὴν delav γραφὴν ὡς γραμματεῖς καὶ τὸ ἀρχαῖον οἱ] πρεσβύτεροι τοῦ λαοῦ, <καὶ> ζητοῦσιν ἀπολέσαι τὸν Ἰησοῦν καὶ ἐξαφανίσαι τὴν περὶ αὐτοῦ δόξαν, πάντα εἰς τοῦτο ἀκολούθως τῷ βουλήματι τῶν πατέρων αὐτῶν πράττοντες, οὐ μὴν εὑρίσκοντες τί ποιήσουσιν, ἶνα τὸν ἐξηρτημένον τοῦ Ἰησοῦ λαὸν ἀποστήσωσιν αὐτοῦ καὶ ἀπαλείψωσιν αὐτὸν ἀπὸ τῆς διανοίας αὐτῶν. Τάχα δέ κ(Λ πάντες οἱ ἡντινοῦν δόξαν ἔχοντες Περὶ τοῦ θείου καὶ πρεσβεύοντες περὶ αὐτῆς ἀλλοτρίως τῆς Ἰησοῦ διδασκαλίας ἀπολέσαι μέν θέλουσι τὸν Ἰησοῦν, οὐ δύνανται δέ, ἐπεὶ πᾶς ὁ ὄχλος αὐτοῦ ἐκκρέμαται ἀκούων. ἀλλὰ καὶ οἱ οἱστισινοῦν συγγράμμασιν ἧς δήποτε σοφίας προσέχοντες καὶ διὰ τοῦτο τροπικῶς λεγόμενοι γραμματεις ἀπολέσαι θέλουσιν ἐξ ἀνθρώπων τὸν Ἰησοῦν, οὐ μὴν εὑρίσκουσιν εἰς τοῦτο ἀνύσιμον ὄ ποιήσουσι. καὶ πάντες δέ οἱ πρεσβύτεροι, <οἱ ἀλλότριοι> τῆς Ἰησοῦ διδασκαλίας λόγιοι Ἑλλήνων καὶ βαρβάρων, ἀπολέσαι θέλουσι τὸν Ἰησοῦν, ἀλλ’ οὐ δύνανται νικώμενοι ἀπὸ παντὸς τοῦ λοοῦ Ἰησοῦ, ἐκκρεμαμένου τοῦ διδασκάλου ἐν τῷ ἀκούειν καὶ συναισθάνεσθαι τῆς διδασκαλίας αὐτοῦ. κοὶ ὁ Μᾶρκος δέ τὰ παραπλήσια ὑποβάλλει λέγων · »καὶ ἤκουσαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς, καὶ ἐζήτουν πῶς αὐτὸν ἀπολέσωσιν· ἐφοβοῦντο γὰρ αὐτόν, ὅτι πᾶς ὁ λαὸς ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ«. πᾶς γὰρ ὁ λαὸς Χριστοῦ ἐκπλήσσεται »ἐπὶ τῇ διδαχῇ αὐτοῦ«, καὶ οὐδὲν δύναται γενέσθαι ὑπὸ τῶν προειρημένων ἀρχιερέων κοὶ γραμματέων, ζητούντων ἀπολέσαι τὸν Ἰησοῦν ἐξ ἀνθρώπων καὶ ἐκλὺσαι τὴν ἔχπληξιν παντὸς τοῦ λαοῦ αυτου.