Ancient Greek · ~29 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.2.1
Not analysed yet
Ἀναγκαίως δ’ οἶμαι ἐνδιατετριφέναι τῇ ἐξετάσει τοῦ περὶ ενσωματώσεως λόγου, διὰ τήν τινων ὑπόνοιαν οἰηθέντων ψυχὴν εἶναι (περὶ ἧς ὁ λόγος) αὐτὴν Ἠλίου καὶ Ἰωάννου, πρότερον μὲν κληθεῖσαν Ἠλίαν δεύτερον δὲ Ἰωάννην, καὶ οὐκ ἀθεεί γε κεκλῆσθαι Ἰωάννην αὐτόν, ὡς δῆλον ἐκ τοῦ τὸν ὀφθέντα ἄγγελον τῷ Ζαχαρίᾳ εἰρηκέναι αὐτῷ· μὴ φοβοῦ, Ζαχαρία, διότι εἰσηκούσθη ἡ δέησίς σουκαὶ ἡ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην« καὶ ἐκ τοῦ ἀπειληφέναι τὸν Ζαχαρίαν τὴν φωνὴν μετὰ τὴν ἐν τῇ πινακίδι γραφὴν) περὶ τοῦ Ἱωάννην καλεῖσθαι τὸν γεγεννημένον. εἴπερ δὲ ἡ ψυχὴ Ἠλίας ἦν, ἐχρῆν καὶ δεύτερον αὐτὸν γεννώμενον κληθῆναι Ἠλίαν ἢ αἰτίαν τινὰ φανῆναι τῆς μετωνυμίας, ὡς ἐπὶ τοῦ Ἀβρὰμ καὶ τοῦ Ἀβραὰμ καὶ τῆς Σάρας κοὶ τῆς Σάρρας κοὶ τοῦ Ἰακὼβ καὶ Ἰσραὴλ καὶ τοῦ Σίμωνος καὶ Πέτρου. καίτοι γε οὐδ’ οὕτως ὁ λόγος ἐν αὐτοῖς ἐσώζετο· ἐν μιᾷ γὰρ καὶ τῇ αὐτῇ ζωῇ τοῖς προειρημένοις γεγόνασιν αἱ μετωνυμίαι. ζητήσαι δ’ ἄν τις, εἰ μὴ ἡ ψυχὴ Ἠλίας ἐστὶ πρότερον ἐν τῷ θεσβίτῃ καὶ δεύτερον ἐν τῷ Ἰωάννῃ, τί ἂν εἴη τὸ κληθέν ὑπὸ τοῦ σωτῆρος ἐν ἀμ- φοτέροις Ἠλίας; καί φημι τὸν Γοβριὴλ ἐν τοῖς πρὸς Ζαχαρίαν λόγοις ὑποβεβληκέναι τίς ἡ αὐτὴ οὐσία ἐν Ἠλίᾳ καὶ Ἰωάννῃ· φησὶ γάρ· »πολλοὺς τῶν υἱῶι Ἰσραὴλ ἐπιστρέψει ἐπὶ κύριον τὸν θεὸν αὐτῶν· καὶ αὐτὸς προελεύσεται ἐνώπιον αὐτοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου«. πρόσχες γάρ, οὐκ εἶπεν »ἐν« φυχῇ »Ἠλἱου«, ἵν᾿ ἔχοι τόπον ἡ μετενσμάτωσις, ἀλλ᾿ »ἐν πνεύματι καὶ δυνάμει Ἠλίου«. σαφῶς δέ οἶδεν ἡ γραφὴ διαφορὰν πνεύματος πρὸς φυχήν, ὡς τὸ »ὁ δέ θεὸς ἁγιάσαι ὑμᾶς ὁλοτελεῖς, καὶ ὁλόκληρον ὑμῶν τὸ πνεῦμα καὶ ἡ ψυχὴ καὶ τὸ σῶμα τηρηθείη ἀμέμπτως ἐν τῇ παρουσίᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ« καὶ τὸ »εὐλογεῖτε, πνεύματα καὶ δικαίων ψυχαί«, ἐν τῷ κατὰ τοὺς Ἑβδομήκοντα Δανιὴλ φερόμενον, παρίστησι τὴν διαφοράν πνεύματος καὶ ψυχῆς. Ἠλίας οὖν ὁ Ἰωάννης οὐ διὰ τὴν ψυχὴν λέλεγται, ἀλλὰ διὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν, ἅτινα οὐδέν λυπεῖ τὸν ἐκκλησιαστικὸν λόγον, εἰ πρότερον μέν ἦν ἐν Ἠλίᾳ, ὕστερον δὲ γέγονεν ἐν Ἰωάννῃ· κοὶ πνεύμα τα« δὲ »προφητῶν προφήταις ὑποτάσσεται«, οὐχὶ δέ ψυχαὶ προφητῶν προφήταις ὑποτάσσονται· καὶ τὸ πνεῦμα Ἠλίου αναπεπαυται επι Ἐλισσαιέ«. Ζητητέον δέ πότερον ταὐτόν ἐστι τό πνεῦμα τοῦ Ἠλίου τῷ ἐν Ἠλίᾳ πνεύματι θεοῦ, ἢ ἕτερα ταῦτ᾿ ἐστὶν ἀλλήλων, καὶ εἰ παράδοξόν τι τὸ πνεῦμα ἦν Ἠλίου τὸ ἐν αὐτῷ παρὰ τὸ πνεῦμα τοῦ ἀνθρώπου ἑκάστου τὸ ἐν αὐτῷ. καὶ γὰρ σαφῶς ὁ ἀπόστολος παρέστησεν ἕτερον εἶναι τὸ τοῦ θεοῦ πνεῦμα, κἂν ἐν ἡμῖν ᾖ, παρὰ τὸ πνεῦμα ἑκάστου ἀνθρώπου τὸ ἐν αὐτῷ, ὅπου μέν λέγων· »αὐτὸ τὸ πνεῦμα συμμαρτυρεῖ τῷ πνεύματι ἡμῶν ὅτι ἐσμὲν τέκνα θεοῦ«, ὅπου δέ· »οὐδεὶς οἶδεν ἀνθρώπων τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ· οὕτω καὶ τὰ τοῦ θεοῦ οὐδεὶς οἶδεν εἰ μὴ τὸ πνεῦμα τοῦ θεοῦ«. μὴ θαύμαζε δέ τὸ Περὶ τοῦ Ἠλίου, εἰ ὥσπερ ξένον τι ἀπήντησεν αὐτῷ παρὰ τοὺς ἀναγεγραμμένους πόντος ἁγίους διὰ τὸ ἀναληφθῆναι »ἐν συσσεισμῷ εἰς τὸν οὐρανόν«, οὕτως ἐξαίρετόν τι εἶχε τὸ πνεῦμα αὐτοῦ, ὡς οὐ μόνον ἐπαναπαύσασθαι τῷ Ἐλισ- σαίῳ, ἀλλὰ καὶ τῷ Ἰωάννῃ συγκαταβῆναι εἰς τὴν γένεσιν, καὶ τὸν Ἰωάννην ἰδίᾳ μὲν πνεύματος ἁγίου« πεπληρῶσθαι »ἔτι ἐκ κοιλίας μητρὸς αὐτοῦ«, ἰδίᾳ δὲ προεληλυθέναι ἐνώπιον τοῦ Χριστοῦ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου«. καὶ γὰρ δυνατὸν πλείονα πνεύματα εἶναι ἐν τῷ αὐτῷ, οὐ μόνον χείρονα ἀλλὰ καὶ κρείττονα· αἰτεῖ γοῦν ὁ Δαυῒδ στηριχθῆναι μέν πνεύματι ἡγεμονικῷ«, ἐγκαινισθῆναι δὲ ἐν τοῖς ἐγκάτοις αὐτοῦ πνεῦμα εὐθές«. εἰ δέ, ἶνα μεταδῷ ἡμῖν ὁ σωτὴρ πνεύματος »σοφίας κοὶ συνέσεως«, πνεύματος βουλῆς καὶ ἰσχύος«, πνεύματος γνώσεως καὶ εὐσεβείας«, καὶ ἐνεπλήσθη πνεύματος »φόβου θεοῦ«, δυνατὸν καὶ ταῦτα νοεῖσθαι πλείονα ἐν τῷ αὐτῷ εἶναι κρείττονα πνεύματα. Καὶ τοῦτο δὲ παρεθέμεθα διὰ τὸ ἐν πνεύματι καὶ δυνάμει Ἠλίου« προεληλυθέναι ἐνώπιον Χριστοῦ τὸν Ἰωάννην, ἔνα τὸ Ἠλίας ἤδη ἦλθεν ἐπὶ τὸ ἐν τῷ Ἰωάννη ἀναφέρηται πνεῦμα τοῦ Ἠλίου, ὡς καὶ συνῆκαν οἱ συναναβάντες τρεῖς μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἰπεν αὐτοῖς. ἐπὶ μέν οὖν τὸν Ἐλισσαῖον μόνον »ἀναπέπαυται τὸ Ηλίου πνεῦμα«, ὁ δὲ Ἰωάννης <ἐνώπιον τοῦ Χριστοῦ> οὐκ ἐν |τῷ »πνεύματι«, ἀλλὰ καὶ ἐν δυνάμει Ἠλίου«, διὸ καὶ Ἐλισσαῖος μὲν οὐκ ἂν Ἠλίας εἴρητο, Ἰωάννης δὲ αὐτὸς ἦν Ἠλίας. εἰ δὲ δεῖ παραθέσθαι τὴν γραφήν, ὅθεν ἔλεγον οἱ γραμματεῖς ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον, ἄκουε τοῦ Μαλαχίου λέγοντος· »καὶ ἰδοὺ ἐγὼ ἀποστελῶ ὑμῖν Ἠλίαν τὸν Θεσβίτην« καὶ τὰ ἑξῆς ἕως τοῦ μὴ ἔλθω καὶ πατάξω τὴν γῆν ἄρδην«. καὶ ἔοικέ γε διὰ τούτων δηλοῦσθαι ὅτι προευτρεπίζει ὁ Ἠλίας τῇ ἐνδόξῳ Χριστοῦ ἐπιδημίᾳ διό τινων ἱερῶν λόγο)ν καὶ καταστάσεων ἐν τοῖς ψυχαῖς τοὺς εἰς τοῦτο ἐπιτηδείους γεγενημένους, ἣν οὐκ ἂν ἤνεγκαν οἱ ἐπὶ γῆς διὰ τὸ ὑπερβάλλον τῆς δόξης, εἰ μὴ ὑπὸ τοῦ Ἠλίου ἦσαν προευτρεπισθέντες. Ἠλίαν δὲ καὶ ἐν τούτοις οὐ τὴν ψυχὴν λαμβάνω τοῦ προφήτου ἐκείνου, ἀλλὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν αὐτοῦ· ταῦτα γάρ ἐστιν οἷς τὰ πάντα ἀποκαταστήσεται, ἵνα ἀποκαταστᾶσι καὶ ἐκ τῆς ἀποκαταστάσεως γενομένοις χωρητικοῖς τῆς δόξης τοῦ Χριστοῦ ἐπιδημήσῃ ὁ ἐν δόξῃ ὀφθησόμενος υἱὸς τοῦ θεοῦ. εἰ δέ καὶ λόγος τις ἐστιν ὁ Ἠλίας, ὑποδεέστερος λόγου τοῦ ἐν ἀρχῇ πρὸς τόν θεὸν« θεοῦ λόγου, καὶ οὗτος ἂν δύνοιτο ὡσπερεὶ προγύμνασμα ἐπιδημεῖν τῷ ἑτοιμαζομένῳ λαῳ υπ αυτου, ινα γενηται κατεσκευασμένος πρὸς ὑποδοχὴν τοῦ τε τελείου λόγου. Ἀπορήσειε δ’ ὄν τις εἰ τὸ πνεῦμα Λ· οὶ ἡ δύναμις Ἠλίου τὰ ἐν Ἰωάννῃ πέπονθε κατὰ τὸ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν. καὶ πρὸς τοῦτο λελέξεται ἁπλούστερον μὲν ὅτι οὐδὲν ἄτοπον, διὰ τὴν ἀγάπην συμπάσχειν τὰ βοηθοῦντα τοῖς βοηθουμένοις καὶ Ἰησοῦς γοῦν φησι διὰ τοὺς ἀσθενοῦτας »ἠσθένουν« καὶ διὰ τοὺς πεινῶντος »ἐπείνων« καὶ διὰ τοὺς διψῶντας »ἐδίψων«), βαθύτερον δὲ ὅτι οὐκ εἴρηται· ἀλλ᾿ ἐποίησαν αὐτῷ ὅσα ἠθέλησαν <ἀλλ᾿ ὅσα ἠθέλησαν> αὐτῷ ἦν γὰρ ἐπερηρεισμένα τῷ »πνεύματι καὶ« τῇ »δυνάμει Ἠλίου« τὰ πεπονθότα, ἡ ψυχὴ Ἰωάννου οὐδαμῶς οὖνα Ἠλίας) τάχα δὲ κοὶ τὸ σῶμα. κατ’ ἄλλον γὰρ τρό- πον ἐν σώματι ψυχη xαὶ πνεῦμα καὶ δύναμις, κατ᾿ ἄλλον δέ τὸ σῶμα τοῦ δικαίου ἐν τοῖς κρείττοσιν, ὥσπερ ἐρηρεισμένον αὐτοῖς καὶ αὐτῶν ἠρτημένον. »οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. ὑμεῖς δὲ οὐκ ἐστὲ ἐν σαρκὶ ἀλλ᾿ ἐν πνεύματι, εἴπερ πνεῦμα θεοῦ οἰκεῖ ἐν ὑμῖν«· ἡ γάρ ψυχὴ τοῦ μὲν ἁμαρτωλοῦ ἐν σαρκί ἐατι, τοῦ δὲ δικαίου ἐν πνεύματι. ἔτι δἐ καὶ τοῦτ᾿ ἂν ζητηθείη, τὸ ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσa ἠθέλησαν ἐπὶ τίνα ἀναφέρεται; ἆρα γάρ ἐπὶ τοὺς γραμματεῖς, περὶ ὧν πυνθανόμενοι οἱ μαθηταὶ ἔλεγον· τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; ἀλλ᾿ οὐ πάνυ γε φαίνεται ὑπὸ τῶν γραμμοτέων πεπονθέναι τι Ἰωάννης, εἰ μὴ ὅτι ἄρα οὐκ ἐπίστευσαν αὐτῷ), ἢ ὅτι (ὡς καὶ ἀνωτέρω εἴπομεν) συναίτιοι γεγόνασι τοῖς τετολμημένοις κατ᾿ αὐτοῦ ὑπὸ Ἡρώδου. ἄλλος δ᾿ ἂν εἴποι ὅτι τὸ ἀλλ᾿ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν οὐκ ἐπὶ τοὺς γραμματεῖς, ἀλλ᾿ ἐπὶ τὴν Ἡρωδιάδα καὶ τὴν θυγατέρα αὐτῆς καὶ τὸν Ἡρώδην ἀναφέρεται, ποιή- σαντας ἐν αὐτῷ ὅσα ἠθέλησαν. καὶ τὸ ἑξῆς δέ διὰ τὸ οὕτως ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπ᾿ αὐτῶν ἀναφέροιτ᾿ ἄν, εἰ μὲν τὸ πρότερον ἐπὶ τοὺς γραμματεῖς, <καὶ τοῦτο εἰ δὲ τὸ πρότερον ἐπὶ τὸν Ἡρώδην καὶ τὴν Ἡρωδιάδα καὶ τὴν θυγατέρα αὐτῆς, κοὶ τὸ δεύτερον· καὶ γὰρ ἔοικε σύμψηφος γεγονέναι ὁ Ἡρώδης τῷ τὸν Ἰησοῦν ἀποθανεῖν, τάχα κοινωνούσης αὐτῷ τῆς κατ’ αὐτοῦ ἐπιβουλῆς καὶ τῆς γυναικος.