Ancient Greek · ~10 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.9
Not analysed yet
»Κράτος« δὲ »θανάτου« νομιστέον ἔχειν τὸν διάβολον οὐ τοῦ μέσου καὶ <ἀ> διαφόρου, καθ' ὃν ἀποθνᾐσκουσιν οἱ σύνθετοι ἐκ ψυχῆς καὶ σώματος χωριζομένης αὐτῶν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, ἀλλὰ τοῦ ἐναντίου καὶ ἐχθροῦ τοῦ εἰπόντος· »ἐγώ εἰμι ἡ ζωή«, καθ' ὃν »ψυχὴ ἡ ἁμαρτάνουσα, αὕτη ἀποθανεῖται«. ἐμφαίνει δὲ ὅτι οὐχ ὁ θεὸς εἰς χεῖρας ἀνθρώπων παρέδωκεν αὐτόν, ὁ σωτὴρ λέγων· »εἰ ἦν ἐκ τοῦ κόσμου τούτου ἡ βασιλεία ἡ ἐμή, οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, ἵνα μὴ παραδοθῶ τοῖς Ἰουδαίοις«. παραδιδόμενος γὰρ Ἰουδαίοις εἰς χεῖρας ἀνθρώπων παρεδόθη, οὐχ ὑπὸ τῶν ἰδίων ὑπηρετῶν, ἀλλ' ὑπὸ τοῦ ἄρχοντος »τοῦ αἰῶνος τούτου« εἰπόντος περὶ τῶν ἐν ἀοράτοις δυνάμεσι κατὰ ἀνθρώπων ἱσταμένων βασιλειῶν· »ταῦτά σοι πάντα δώσωἐὰν πεσὼν προσκυνήσῃς μοι«. διὸ καὶ περὶ ἐκείνων λελέχθαι νομιστέον τὸ »παρέστησαν οἱ βασιλεῖς τῆς γῆς καὶ οἹ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ το[ου κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ«. κἀκεῖνοι μὲν »οἱ βασιλεῖς« καὶ »οἱ ἄρχοντες« »παρέστησαν« καὶ »συνήχθησαν κατὰ τοῦ κυρίου καὶ ματὰ τοῦ Χριστοῦ αὐτοῦ«· ἡμεῖς δὲ ἐκ τοῦ παραδεδόσθαι αὐτὸν ὑπ' ἐκείνων εἰς χεῖρας ἀνθρώπων καὶ ἀπεκτάνθαι ὠφεληθέντες, φαμὲν τὸ »διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπορρίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν« ***. ὅτε γὰρ »σύμμορφοι« γινόμεθα τῷ θανάτῳ τοῦ Χριστοῦ, οὐκέτι ἐσμὲν ὑπὸ τοὺς δεσμοὺς τῶν (ὡς ἀποδεδώκαμεν) βασιλέων »τῆς γῆς«, οὐδ' ὑπὸ τὸν ζυγὸν τῶν κατὰ τοῦ κυρίους συναχθέντων ἀρχόντων »τοῦ αἰῶνος τούτου«· καὶ καὶ διὰ τοῦτο ὁ πατὴρ »τοῦ ἰδίου υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτόν«, ἵν' οἱ <ἄρχοντες οἱ> παραλαβόντες αὐτὸν καὶ παραδόντες αὐτὸν εἰς χεῖρας ἀνθρώπων, ὑπὸ τοῦ κατοικήσαντος »ἐν τοῖς οὐρανοῖς« ἐγγελασθῶσιν καὶ ὑπὸ τοῦ κυρίου ἐκμυκτηρισθῶσιν, εἰς κατάλυσιν τῆς ἰδίας βασιλείας καὶ ἀρχῆς παρὰ προσδοκίαν παραλαβόντες ἀπὸ τοῦ παρᾳ ἠγέρθη τῷ τὸν ἐχθρὸν αὐτοῦ θάντον κατηρηκέναι καὶ ἡμᾶς πεποιηκέναι »συμμόρφους«, οὐ μόνον »τοῦ θανάτου αὐτοῦ« ἀλλὰ καὶ »τῆς ἀναστάσεως«, δι' ὃν »ἐν καινότητι ζωῆς« περιπατοῦμεν, οὐκέτι καθεζόμενοι »ἐν χώρᾳ καὶ σκιᾷ θανάτου«, διὰ τὸ ἀνατεῖλαν ἐφ' ἡμᾶς »φῶς« τοῦ θεοῦ. εἰπόντος δὲ τοῦ σωτῆρος μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παρα- δίδοσθαι εἰς χεῖρας ἀνθρώπων, καὶ ἀποκτενοῦσι αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται, οἱ μαθηταὶ σφόδρα ἐλυπήθησαν, τῷ μὲν πραραδίδοσθαι μέλλειν αὐτὸν εἰς χεῖρας ἀνθρώπων καὶ τῷ ἀποκτίννυσθαι αὐτόν, ὡς σκυθρωποῖς καὶ ἀξίοις λύπης ἐπιστήσαντες, μὴ προσχόντες δὲ τῷ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεσθαι αὐτὸν δεηθέντα οὐδὲ χρόνου παλείονος, »ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου«.