Ancient Greek
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.3
Not analysed yet
Κοὶ ἐλθόντων αὐτῶν πρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτῷ καὶ λέγων· κύριε, ἐλέησόν μου τὸν υἱόν (17. 14 [—20]). Οἱ πάσχοντες ἢ οἱ τῶν πασχόντων οἰκεῖοι μετὰ τῶν ὄχλων εἰσί· διόπερ, ἐπὰν τὰ ὑπέρ τοὺς ὄχλους ὁ Ἰησοῦς οἰκονομήσηται, καταβαίνει πρὸς αὐτούς, ἵν’ οἱ μὴ δυνάμενοι ἀναβαίνειν διὰ τὰς κατεχούσας τὴν ψυχὴν νόσους ὠφεληθῶσι, καταβάντος πρὸς αὐτοὺς ἀπὸ τῶν ὑψηλοτέρων τοῦ λόγου. ἐξεταστέον δέ ἐπὶ τίνων μὲν νοσημάτων οἱ πάσχοντες πιστεύουσι καὶ ἀξιοῦσι περὶ τῆς ἰδίας θεραπείας <ἢ αὐτοῦ ἢ »τοῦ κρασπέδου ἱματίου« ἁψάμενοι> ***,ἐΠὶ τίνων δέ ***περὶ αὐτῶν ἕτεροι τοῦτοποιοῦσιν, οἷον ὁ ἑκατόνταρχος περὶ παιδὸς καὶ ὁ βασιλικὸς περὶ υἱοῦ καὶ ὁ ἀρχισυνάγωγος περὶ θυγατρὸς καὶ ἡ Χαναναία περὶ δαιμονῶντος τέκονου θήλεος, καὶ νῦν ὁ γονυπετῶν αὐτῷ ἄνθρωπος περὶ υἱοῦ σεληνιαζομένου. τούτοις δὲ συνεξετάσεις, πότε ἀφ᾿ ἑαυτοῦ ὁ σωτὴρ καὶ ὑπὸ μηδενὸς ἀξιωθεὶς ἰᾶται, ὡς τὸ παραλυτικὸν <τὸν ἐπὶ τῇ προβατικῇ>. αὗται γὰρ ἐπὶ τὸ αὐτὸ συγκριθεῖσαι ἀλλήλαις αἱ θεραπεῖαι καὶ συνεξετασθεῖσαι πολλὰ τῷ ἀκούειν δυναμένῳ τῆς »ἐν μυστηρίῳ« ἀποκεκρυμμένης σοφίας θεοῦ παραστήσουσι δόγματα περί τε τῶν διαφόρων περὶ τὰς ψυχὰς συμπτωμάτων καὶ περὶ τοῦ τρόπου τῆς θεραπείας αὐτῶν.