Ancient Greek · ~7 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.21
Not analysed yet
Εἰ δὲ οὐαὶ τοῖς πανταχοῦ τῆς γῆς ἀνθρώποις ἀπὸ τῶν σκανδάλων, ὧν καὶ τὰ σκάνδαλα ἅπτεται, οὐκ εἰσὶ δὲ οἱ μαθηταὶ »ἐκ τοῦ κόσμου« μὴ σκοποῦντες »τὰ βλεπόμενα« καθὼς οὐδὲ ὁ διδάσκαλος »ἐκ τοῦ κόσμου« ἐστίν, οὐδενὶ τῶν μαθητῶν τοῦ Ἰησοῦ ἐστιν ἀπὸ τῶν σκανδάλων οὐαί, ἐπείπερ »ἐστὶν εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον«. εἰ δέ τις δοκεῖ μὲν χρηματίζειν μαθητής, ἔτι δέ ἐστιν »ἐκ τοῦ κόσμου« σμου« διὰ τὸ ἀγαπᾶν »τὸν κόσμον« καὶ »τὰ ἐν αὐτῷ« (λέγω δὲ τὴν ἐν τῷ χρήματα ἤ κτήματα ἤ ὁποιανποτοῦν περιουσίαν),ὡς μὴ ἁρμόζειν αὐτῷ 20 τὸ »ἐκ τοῦ κόσμου οὐκ εἰσίν«, ἀληθῶς ὡς »ἐκ τοῦ κόσμου« ὄντι τούτῳ τὸ τῷ κόσμῳ συμβαῖνον οὐαὶ ἀπὸ τῶν σκαν δάλων συμβήσεται αὐτῷ. ὁ δὲ θέλων ἐκκλῖναι τὸ οὐαὶ τοῦτον μὴ ἔστω φιλόζωος, ἀλλὰ ἔστω φιλόζωος, ἀλλὰ λεγέτω κατὰ Παῦλον· »ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ«· οἱ γὰρ »ὄντες ἐν τῷ σκήωει« ἅγιοι στενάζουσι »βαρούμενοι« ἀπὸ τοῦ τῆς ταπεινώσεως σώματος καὶ πάντα ταπεινώσεως σώματος καὶ πάντα πράττουσιν, ἵνα ἄξιοι γένωνται εὑρεθῆναι ἐν τῷ τῆς ἀναστάσεως μυστηρίῳ, ὅτι »μετασχηματίσει« ὁ θεὸς οὐ πάντων »τὸ σῶμα τῆς ταπεινώσεως«, ἀλλὰ τῶν Χριστῷ γνησίως μαθητευομένων. εἰς τὸ γενέσθαι αὐτὸ »σύμμορφον <τῷ σώματι> τῆς δόξης« τοῦ Χριστοῦ. ὥσπερ γὰρ οὐδὲν τῶν οὐαὶ συμβαίνει τινὶ τῶν Χριτοῦ μαθητῶν, οὕτως οὐδὲ τὸ οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων. ἐὰν γὰρ καὶ μυρία σκάνδαλα γίνηται, ἀλλ' οὐχ ἅψεται τῶν οὐκέτι »ἐκ τοῦ κόσμου«. εἰ δὲ ἐπιδέχεταί τις τὸ σκανδαλίζεσθαι παρὰ τὸ ἀνερμάτιστον τῆς πίστεως καὶ ἀβέβαιον τῆς πρὸς τὸν λόγον τοῦ θεοῦ θεοῦ συγκαταβάσεως, ἴστω μηδέπω χρηματίζων παρὰ τῷ Ἰησοῦ μαθητὴς αὐτοῦ. τοσαῦτα δὲ ἔρχεσθαι νομιστίον σκάνδαλα, ὥστε τὸ οὐαὶ μὴ ἐπί τινα μόρια τῆς γῆς φθάνειν, ἀλλ' ἐπὶ τὸν ὅλον ἐν αὐτῇ κόσμον.