Ancient Greek · ~6 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.22
Not analysed yet
Καὶ ἀνάγκη ἐστὶν ἐλθεῖν τὰ σκάνδαλα, ἅπερ ἄλλα νομίζω εἶναι τῶν ἀνθρώπων δι' ὧν ἔρχεται. τὰ οὖν ἐρχόμενα σκάνδαλα στρατιά τις ἐστὶ τοῦ διαβόλου, ἄγγελοι αὐτοῦ καὶ μοχθηρὸς χορὸς πνευμάτων ἀκαθάρτων, ἅπερ ζητοῦντα ὄργανα δι' ὧν ἐνεργήσει εὑρίσκει πολλάκις μὲν τοὺς πάντη ξένους τῆς εὐσεβείας, ἔσθ' ὅτε δὲ καὶ τῶν νομιζομένων τινὰς πιστεύειν τῷ λόγῳ τοῦ θεοῦ, οἷς χεῖρόν ἐστι τὸ οὐαὶ παρὰ τὸ οὐαὶ τῷ σκανδαλιζομένῳ, ὥσπερ καὶ »Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως« ἤπερ τοῖς τόποις ἔνθα ἐποίησε μὲν σημεῖα ὁ Ἰησοῦς καὶ τέρατα, οὐκ ἐπιστεύθη δέ. δυνηθείη δ' ἄν τις ὥσπερ πραγματείαν πακαριζομένων καὶ ἐφ' οἷς μακαρίζονται συναγωγῆς, οὕτω καὶ ἐκ τῶν γεγραμμένων οὐαὶ καὶ καὶ ἐκ τῶν γεγραμμένων οὐαὶ καὶ τῶν ἐφ' οἷς λέλεκται τὸ οὐαί. ἔτι δὲ καὶ εἰς τὸ χεῖρον εἶναι τὸ ἀπὸ τοῦ σκανδαλίζοντος οὐαὶ παρὰ τὸ τοῦ σκανδαλιζομένου παραστήσεις τὸ »ὃς δ’ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ« καὶ τὰ ἐξῆς· ἐκδικουμένου γὰρ τοῦ σκανδαλισθέντος μικροῦ ἀπὸ τοῦ σκανδαλίσαντος αὐτὸν τοιοῦτον συμφέρει βαρὺ καὶ δυσυπομόνητον ὃ ἀναγέγραπται εἶναι περὶ τοῦ σκανδαλίζοντος. ταῦτα δὲ εἰ ἐπιμελέστερον ἐν <ε> νοοῦ- »εἰς τοὺς ἀδελφοὺς καὶ«τύπτειν »αὐτῶν τὴν συνείδησιν ἀσθενοῦσαν«, ἵνα μὴ »εἰς χριστὸν« ἁμαρτάνωμεν, πολλάκις ἀπολλυμένων οὐ μόνον τῇ ἡμετέρα »γνώσει« ἀλλὰ καὶ ἄλλοις τισὶ τῶν περὶ ἡμᾶς ἀδελφῶν, δι’ οὕς »χριστὸς ἀπέθανεν« ἐφ’ οἶς »εἰς χρστὸν« ἁμαρτάνοντε τίσομεν δίκας ἐκδικουμένης τῆς τῶν δι’ ἡμᾶς ἀπολλυμένων ψυχῆς ἐξ ἡμῶν.