Ancient Greek · ~6 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.23
Not analysed yet
Μετὰ ταῦτα βασανιστέον τὸ τῆς ἀνάγκης ὄνομα ἐν τῷ ἀνάγ- κη γάρ ἐστιν ἐλθεῖν τὰ σκάνδαλα καὶ τὸ ἰσοδυναμοῦν αὐτῷ παρὰ τῷ Λουκᾷ· »ἀνένδεκτόν ἐστιν τοῦ μὴ ἐλθεῖν τὰ σκάνδαλα« (ἀντὶ τοῦ ἀδύνατον). καὶ ὥσπερ ἀνάγκη τὸ θνητὸν ἀποθνῇσκειν καὶ ἀνένδεκτον αὐτὸ μὴ ἀποθανεὶν, καὶ ἀνάγκη τρέφεσθαι τὸν ἐν σώματι —ἀνένδεκτον γὰρ τὸν μὴ τρεφόμενον ζῆν —,οὕτως ἀνάγκη <ἐλθεῖν τὰ σκάνδαλα> καὶ ωἀνένδεκτον μὴ ἐλθεῖν τὰ σκάνδαλα«, ἐπεὶ ἀνάγκη καὶ προϋφστάναι τὴν κακίαν τῆς ἀρετῆς ἐν οὐρανίοις, ἀφ’ ἧς κακίας τὰ σκάνδαλα. ἀνένδεκτονν γὰρ ἐστιν ἄνθρτωπον εὑρεθῆναι πάντη ἀναμάρτητον καὶ χωρὶς ἁμαρτίας ἀνειληφότα τὴν ἀρετήν. ἡ γὰρ ἐν ταῖς πονηραῖς δυνάμεσι κακία, ἀρχηγικὴ τυγχάνουσα τῆς ἐν ἀνθρώποις κακίας, πάντως ὁρμᾷ ἐπὶ τὸ διά τινων ὀργάνων ἐνεργῆσαι κατὰ τῶν τοῦ κόσμου ἀνθρώπων. τάχα δὲ καὶ πλεῖον αἱ πονηραὶ δυνάμεις ἐξαγριοῦνται ἐκβαλλόμεναι τῷ λόγῳ τοῦ Ἰησοῦ καὶ <οἱ δαίμονες τρεφθέντες τῷ αἵματι τῶν θυσιῶν ἐξοργίζονται< μειουμένης τῆς λατρείας αὐτῶν τῶν ἐθίμων θυσιῶν αὐτοῖς οὐ προσφερομένων, καὶ ἀνάγκη ἐστὶ ταῦτα ἐλθεῖν, οὐκ ἀνάγμη δὲ διὰ τοῦδέ τινος. διόπερ ὡς τόπον δεδωκότι τῇ πονηρᾷ ἐνεργείᾳ σκανδαλίζειν προαιρουμένῃ τῷ ἀνθρώπῳ δι’ οὗ τὸ σκάνδαλον ἔρχεται, γίνεται τὸ οὐαί. μὴ νομίσῃς δὲ φύσει τινὰ καὶ ἐκ κατασκευῆς τὰ σκάνδαλα εἶναι ἀνθρώπους ζητοῦντα δι’ ὧν ἔλθῃ· ὡς γὰρ »ὁ θεὸς θάνατον οὐλ ἐποίησεν«, οὕτως οὐδὲ σκάνδαλα ἔκτισεν, ἀλλὰ τὸ αὐτεξούσιον ἐγέννησεν ἔν τισι τὸ σκάνδαλον, μὴ βουληθεῖσιν ἀνατλῆναι τοὺς ὑπὲρ ἀρετῆς πόνους.