Ancient Greek · ~6 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.24
Not analysed yet
Καὶ καλὸν μὲν οὖν εἰ ἐπαινετὸς εἴη ὁ ὀφ θαλμὸς καὶ ἡ χείρ, ἵνα μὴ δύνηται εὐλόγως »εἰπεῖν ὁ ὀφθαλμὸς τῇ χειρί· χρείαν σου οὐκ ἔχω«. εἰ δέ τις ἐν τῷ ὅλῳ σώματι τῶν συναγωγῶν τῆς ἐκκλησίας χεὶρ χρηματίσας διά τι πρακτικόν, μεταβαλὼν γένοιτο σκανδαλίζουσα χείρ, λεγέτω τῇ τοιαύτῃ χειρὶ ὁ ὁφθαλμός· »χρείαν σου οὐκ ἔχω«, καὶ εἰπὼν ἐκκοψάτω αὐτὴν καὶ βαλέτω ἀφ’ ἑαυτοῦ. οὕτω δὲ καλὸν μέν, εἰ καἲ κεφαλήτις εἴη μακαρία καὶ πόδες ἄξιοι τῆς μακαρίας κεφαλῆς, ἵνα μὴ δύνηται τὰ πρέποντα ἑαυτῇ τηροῦσα »ἡ κεφαλὴ τοῖς ποσὶν« εἰπεῖν· »χρείαν ὑμῶν οὐκ ἔχω«. εἰ μέντοι τις εὐρεθείη ποὺς σκάνδαλον τοῦ ὅλου γινόμενος σώματος, λεγέτω ἡ κεφαλὴ τῷ τοιούτῳ ποδί· »χρείαν σου οὐκ ἔχω((, καὶ ἐκκόψας αὐτὸν βαλέτω ἀπ’ αὐτοῦ. καὶ γὰρ πολλῷ βέλτιον εἰσελθεῖν εἰς τὴν ζωὴν τὸ λοιπὸν σῶμα (λεῖπον τῷ σκανδαλίσαντι ποδὶ ἢ τῇ σκανδαλισάσῃ χειρί), ἤπερ διασοθέν- τος τοῦ σκανδάλοθἐπὶ<ὅλον τὸ σῶμα> ὅλον τὸ σῶμα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρὸς μετὰ τῶν δύο ποδῶν ἢ τῶν δύο χειρῶν. οὕτω δὲ καλὸν μὲν τὸν δυνηθέντα γε- νέσθαι ὀφθαλμὸν τοῦ ὅλου σώματος ἄξιον εἶναι <τῆς κεφαλῆς> Χριστοῦ καὶ τοῦ ὄλου σώματος. εἰ μέντοι μεταβάλοι ποτὲ ὁ τοιοῦτος ὀφθαλ- μὸς εἰς τὸ γενέσθαι αὐτὸν σκάνδαλον τοῦ ὅλου σώματος, καλὸν αὐτὸν ἐξε- λόντα ἔξω βαλεῖν τοῦ σώματος ὅλου καὶ χωρὶς ἐκείνου τοὺ ὀφθαλμοῦ σω- θῆναι τὸ λοιπὸν σῶμα, ἢ (μετ’ αὐτοῦ ὅλου βεβλαμμένου τοῦ σώματος) βληθῆναι ὅλον βεβλαμμένον τὸ σῶμα εἰς τὴν γέενναν τοῦ πυρός.