Ancient Greek · ~8 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.25
Not analysed yet
Δυνατὸν δὲ τοῖς ῥητοῖς τού- τοις χρήσασθαι καὶ ἐπὶ τῶν οἰκειοτά- των καὶ ὡσπερεὶ μελῶν ἡμῶν, διὰ τὴν πολλὴν οἰκειότητα εἴτε συγγενικὴν εἴτε ἔκ τινος συνηθείας (ἴν’ οὕτως ὀνομάσω) ξιλικῆς μελῶν ἡμῶν νενο- μισμένων, ὧν οὐ χρὴ φείσασθαι τὴν ψυχὴν ἡμῶν βλαπτόντων. ἐκκόψω- μεν γὰρ ἀφ’ ἑαυτῶν, ὡς χεῖρα ἢ πόδα ἢ ὀφθαλμόν, πατέρα ἢ μητέρα τὰ ἐναντία τῇ θεοσεβείᾳ ἡμᾶς πρὰττειν θέλοντας καὶ υἱὸν ἢ θυγα- τέρα (τὸ ὅσον ἐφ’ ἑαυτοῖς) ἀφιστάν- τας ἡμᾶς τῆς ἐκκλησίας τοῦ ἀφιστάν- στοῦ καὶ τῆς ἀγάπης αὐτοῦ. ἀλλὰ κἂν ))γυνὴ ἡ ἐν κόλπῳ ἢ φίλος ὁ ἴσος τῆς ψυχῆς(( σκόνδαλα ἡμῶν γίνων- ται, μὴ φεισώμεθα, ἀλλὰ ἐκκόψαντες αὐτοὺς ἀφ’ ἑαυ- τῶν βάλωμεν ἔξω τῆς ψυχῆς ἡμῶν ὡς οὐκ οἰκείους, ἀλλὰ πολεμίους ἡμῶν τῇ σωτηρίᾳ. ὅστις γὰρ »οὐ μι- σεῖ τὸν πατέρα καὶ τὴν μητέρα« καὶ τὰ ἐπιφερόμενα, ὅτε καιρός ἐστιν αὐτὰ μισεῖν ὡς πολέμια καὶ ἐπί- βουλα, ἵνα δυνηθῇ κερδῆσαι Χρι- στόν, οὖτος οὐκ ἔστιν ἀφιος τοῦ υἱοῦ τοῦ θεοῦ. καὶ ἐπὶ τούτων γε ἔστιν εἰπεῖν ὅτι ἐκ περιστάσεως οἱονεὶ χωλός τις σώζεται ἀπολέσας πόδα (φέρε εἰπεῖν τὸν ἀδελφὸν) καὶ μόνος κληρονομῶν τὴν βασιλείαν τοῦ θεοῦ, καὶ κυλλός <τις> σώζεται (μὴ σωζο- μένου αὐτῷ τοῦ πατρὸς <ἢ τῆς μη- τρός> ἀλλ’ ἐκείνων μὲν ἀπολλυμένων αὐτοςῦ δὲ χωριζομένου ἐκείνων), ἵνα μόνος τύχῃ τῶν μακαρισμῶν. οὕτω δὲ καὶ μονόμματός τις σώζεται (τὸν ὀφθαλμὸν τῆς ἐαυτοῦ οἰκίας εκκόψας, τὴν γαμετὴν πορνεύσασαν), ἵνα μὴ <μετὰ τοιούτου ὀφθαλμοῦ> δύο ὀξθαλμοὺς ἔχων ἀπέλθῃ εἰς τὴν γέενναν τοῦ πυρός. δύναται γὰρ καὶ τὸ ἁμαρτητικῶς μὲν (ἵν’ οὕτως ὁνομλάσω) <πρακτικὸν καὶ> πορευτικὸν τῆς ψυχῆς, ἁμαρτητικῶς δὲ διορατικὸν ἡ σκανδαλίζουσα εἶναι χεὲρ καὶ ὁ σκανδαλίζων ποὺς καὶ ὁ σκανδαλίζων ὀφθαλμός· ἅτινα κρεῖττον ἀποβαλεῖν <κακὰ ὄντα> καὶ ἀποθέμενον αὐτὰ χωρὶς αὐτῶν εἰ- σελθεῖν εἰς τὴν ζωὴν ***οἱονεὶ χωλὸν ἢ κυλλὸν ἢ μονόμματον, ἢΗ μετ’ ἐκείνων τὴν ὅλην ὀπολέσαι ψυχήν. ὁμοίως καὶ ἐπὶ τῆς ψυχῆς καλὸν καὶ μακάριον ἐπὶ τοὶς βελτίστοις χρῆσθαι τῇ δυνάμει αὐτῆς· εἰ δὲ μέλλομεν διά τινα μίαν ***ἀπολέσθαι, αἱρετώτερον ἀποβαλεῖν τὴν χρῆσιν αὐτῆς <σκανδαλιζούσης>, ἵνα μετὰ τῶν ἄλλων δυνάμεων σω- θῶμεν.