Ancient Greek · ~16 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.26.1
Not analysed yet
Ὁρᾶτε μὴκαταφρονή- σητε ἑνὸς τῶν μικρῶν τούτων. δοκεῖ μοι ὅτι ὥσπερ ἐν τοῖς ἀνθρω- πίνοις σώμασίν ἐστι μεγέθη διάφορα, ὠς τινὶς μὲν αὐτῶν εἶναι μικροὺς ἐτέρους δὲ μεγάλους καὶ ἄλλους <τοὺς> μεταξύ, καὶ πάλιν εἶναι μικρῶν διαξορὰς ἐπὶ πλεῖον καὶ ἔλαττον ὄντων μικρῶν, ὁμοίως καὶ μεγάλων, καὶ τῶν μετα- εύ, οὕτως καὶ ἐν ταῖς τῶν ἀνθρώπων ψυχαὶς ἐστί τινα χαρακτηρίζοντα τὴν μικρότητα αὐτῶν καὶ ἄλλα τὴν (ἵν’ οὕτως εἴπω) μεγαλότητα καὶ ἁπαξαπλῶς<ἄλλα>ἀνάλογον τοῖς σωματικοὶς τὴν μεταξύτητα. ἀλλ’ ἐπὶ μὲν τῶν σωμάτων οὐ παρὰ τὴν αἰτίαν τοῦ ἀνθρώπου, ἀλλὰ παρὰ τοὺς σπερματικοὺς λόγους ὁ μέν τίς ἐστι βραχὺς καὶ μικρός, ὁ δὲ μέγας, ὁ δὲ μεταζύ. ἐπὶ δὲ τῶν ψυχῶν καὶ τὸ ἐφ’ ἡμῖν καὶ αἱ τοιαίδε πράξεις καὶ τὸ τοιοῦτον ἦθος τὴν αἰτίαν ἔχει τοῦ μέγαν τινὰ εἶναι ἢ μικρὸν ἢ ἐν τοῖς μεταξὺ τυλχάνειν· καὶ ἔστιν ἐκ τοῦ ἐφ’ ἡμῖν ἤτοι προκόπτειν τῇ ἡλικίᾳ ἐπιδιδόντα εἰς μέγεθος ἣ μὴ προκόπτοντα εἶναι βραχύν. καὶ οὕτω γε ἀκούω περὶ τοῦ σωτῆρος ἀναλαβόντος καὶ ἀνθρωπίνην ψυχὴν τὸ »ὁ Ἰησοῦς προέκπτεν«. ὡς γὰρ ἐκ τοῦ ἐφ᾿ ἡμῖν τῆς ψυχῆς αὐτοῦ ἦν ἡ »ἐν σοφίᾳ« προκοπὴ »καὶ χάριτι«, οὕτως καὶ ἐν »ἡλικίᾳ«· καὶ ὁ ἀπόστολος· »μέχρι καταντήσωμεν πάντες εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ«. καταντᾶν γὰρ εἰς ἄνδρα καὶ τοῦτο[ν] τέλειον, »κατὰ τὸν ἔσω ἄνθρωπον« νομιστέον, τὸν διαβάντα τὰ τοῦ νηπίου καὶ φθάσαντα ἐπὶ τὸν ἄνδρα καὶ καταργήσαντα »τὰ τοῦ νηπίου« καὶ ἁπαξαπλῶς τελειώσαντα τὰ τοῦ ἀνδρός. οὕτω δ᾿ ὑποληπτέον εἶναί τι καὶ μέτρον πνευματικῆς ἡλικίας, ἐφ᾿ ὃ ἡ τελειοτάτη δύνται φθάσαι ψυχὴ ἐκ τοῦ μεγαλύνειν τὸν κύριον καὶ μεγάλη γίνεσθαι. Οὕτως οὖν καὶ μεγάλοι μὲν περὶ ὧν τοῦτ᾿ ἀναγέγραπται γεγόνασιν, Ἰσαὰκ καὶ Μωσῆς καὶ Ἰωάννης |καὶ αὐτὸς ἐπὶ πᾶσιν ὁ σωτήρ· καὶ Röm. 7, 22 –19 I. Kor. 13, 11 –28 Vgl. Luc. 1, 46 30 οὕτως οὖν] kürzt gegen lat. γὰρ περὶ αὐτοῦ ὁ Γαβριὴλ εἶπε τὸ »ἔσται μέγας«. μεκροὶ δὲ τὰ »ἀρτιγέννητα βρέφη« <ἐν Χριστῷ ***»ἀρτιγέννητα βρέφη«>, »λογικὸν ἄδολον γάλα« ἐπιποθοῦντα, οἵτινες καὶ τῶν παρὰ τῷ Ἡσαΐᾳ λεγομένων τιθηνῶν δέονται καὶ τροφῶν, λέγοντι περὶ τῆς ἀπὸ τῶν ἐθνῶν κλήσεως· »καὶ ἄξουσι τοὺς υἱοὺς ἐν κόλπῳ, τὰς δὲ θυγατέρας ἐπὶ τῶν ὤμων ἀροῦςι, καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχαυσαι αὐτῶν τροφοί σου«. ἐπιστήσεις οὖν διὰ ταῦτα καὶ τῷ μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν, μήποτε οἱ ἄγγελοι αὐτῶν οἰ ἄγοντες αὐτούς εἰσιν »ἐν κόλπῳ«, ἐπὰν ὦσιν υἱοί, ἀλλὰ καὶ ἐπὶ τῶν »ὤμων« αἴροντες τὰς λεγομένας »θυγατέρας«, καὶ ἀπὸ τούτων εἰσὶ »τιθηνοὶ« μὲν οἱ λεγόμενοι »βασιλεῖς«, »τροφοὶ« δὲ αἰ ὀνομαζόμεναι »ἄρχουσαι«. καὶ ἐπεὶ οἱ δεικνύμενοι ὑπὸ τοῦ σωτῆρος ἡμῶν μικροὶ ὡς ὐπὸ τροφῶν καὶ τιθηνῶν οἰκονομοῦνται, διὰ τοῦτ´ οἶμαι καὶ Μωςέα, πιστεύοντα ἐν τῇ τῶν μεγάλων ἤδη τετάχθαι χώρᾳ, εἰρηκέναι πρὸς τὸ »ὁ ἄγγελός μου προπορεύ- σεται ὑμῶν« τὸ »εἰ μὴ αὐτὸς συμπορεύῃ μετ’ ἐμοῦ, μή με ἀναγάγῃς ἐντεῦθεν«· εἴπερ γὰρ ὁ μικρὸς μὲν καὶ »κληρονόμος« —ᾗ »νήπιος« δὲ ὡς μηδὲν διαφέρων »δούλου« (ὅτε ἐστὶ νήπιος) καὶ ᾗ μικρός ἐστι —τὸ τῆς »δουλείας εἰς φόβον« ἔχει πνεῦμα, ὁ δὲ μηδαμῶς ἔτι τοιοῦτος, οὐκέτι μὲν τὸ τῆς »δουλείας«, ἤδη δὲ τὸ τῆς »υἱοθεςίας«, ὅτε »ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον«, δῆλον ἔσται σοι, ὅτι κατὰ ταῦτα παρευβάλλειν λέγεται ὁ »ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν« καὶ ῥύεσθαι »αὐτούς«. ἐπιστήσεις δὲ κατὰ ταῦτα καὶ εἰ μικρῶν μέν εἰσιν ἄγγελοι τῶν πνεύματι »δουλείας [τῶν] εἰς φόβον« ἀγομένων (ἐπεὶ »παρεμβάλλει ἄγγελος κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν καὶ ῥύεται αὐτούς«), μεγάλων δὲ ὁ τῶν ἀγγέλων μείζων κύριος (ὅστις λέγοι ἂν περὶ ἑνὸς ἑκάστου αὐτῶν τὸ »μετ’ αὐτοῦ εἰμι ἐν θηίψει«). καὶ ὅσον μέν ἐσμεν ἀτελελῖς καὶ δεόμενοι τοῦ βοηθοῦντος ἡμῖν πρὸς τὸ ῥυσθῆναι ἀπὸ κακῶν, ἀγγέλου δεόμεθα περὶ οὗ ἔλεγεν ὁ Ἰακὼβ τὸ »ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν«· τελειωθέντες δὲ καὶ διελθόντες τὸ ὑπὸ »τιθηνοὺς« εἶναι καὶ »τροφοὺς« καὶ »οἰκονόμους« καὶ »ἐπιτρόπους«, χωροῦμεν ἤδη ὑπ’ αὐτῷ οἰκονομεῖσθαι τῷ κυρίῳ.