Ancient Greek · ~3 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.27
Not analysed yet
Εἶτα πάλιν ζητήσαι ἄν τις, πότε τῶν δεικνυμέωνν ὑπὸ τοῦ σωτῆρος μικρῶν οἱ λεγόμενοι αὐτῶνς ἄγγελοι προΐστανται, πότερον ἀρξάμενοι τὴν οἰκονομίαν περὶ αὐτοὺς διοικεῖν, ἀφ’ οὗ »διὰ λουτροῦ παλιγγενεςίας« (ᾧ ἐγεννήθησαν) »ὡς ἀρτιγέννητα βρέφη τὸ λογικὸν καὶ ἄδολον γάλα« ἐπιποθοῦσι, καὶ μηκέτι ὑποκείμενοι πονηρᾷ τινι δυνάμει· ἢ ἀπὸ γενέσεως κατὰ τὴν τοῦ θεοῦ πρόγνωσιν καὶ τὸν προορισμὸν αὐτοῦ ἐπιταχθέντες τούτοις »οὓς καὶ προέγνω καὶ προώρισεν« ἐσομένους »συμμόρφους« »τῆς δόξης« τοῦ Χριστοῦ ὁ θεός. καὶ πρὸς μὲν τὸ ἀπὸ γενέσεως ἔχειν ἀγγέλους εἴποι ἄν τις ταῦτα, τὸ »ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου« καὶ τὸ »ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστὴς« καὶ »ἀντελάβου μου ἐκ κοιλίας μητρός μου« καὶ »ἐπὶ σὲ ἐπερρίφην ἐκ μήτρας« καὶ ἐν τῇ Ἰούδα ἐπιστολῇ »τοῖς ἐν θεῷ πατρὶ ἠγαπημένοις καὶ Ἰησοῦ Χριστοῦ τετηρημένοις κλητοῖς«, πάντως ὐπὸ τῶν τηρούντων ἀγγέλων.