Ancient Greek · ~11 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.28
Not analysed yet
Πρὸς δὲ τὸ ὅτε »διὰ λουτροῦ« γεγόνα<σιν> »ἐν Χριστῷ« νήτιοι μὴ παρεῖναι ἅγιον ἄγγελον τοῖς ἔτι κακίᾳ ***<ἀλλὰ κατὰ μὲν> τὸν καιρὸν τῆς ἀπιστίας ύπὸ τοῖς ἀγγέλοις εἶναι τοῦ σατανᾶ· μετὰ δὲ τὴν ἀναγέννησιν ὁ τοῦ ἰδίου αἴματ[ς ἐξαγοράσας ἡμᾶς παραδίδωσιν άνίῳ ἀγγέλῳ καὶ διὰ τὴν καθαρότητα βλέτοντι τὸ πρὸσωπον τοῦ θεοῦ. Καὶ τρίτος δ’ ἄν τις τοιοῦτος εἴη κατὰ τὸν τόπον λόγος φάσκων ὅτι δυνατόν, ὥσπερ μεταβαλεῖ ἄνθρωπον ἀπὸ ἀπἲστίας εἰς πίστιν καὶ ἀπὶ ἀκολαςίας εἰς σωφροςύνην κἂὶ ἁπαξαπλῶς ἀπὶ καδίας εἰς ἀρετήν, οὅτω καὶ τὸν ἐγκχειρισμένον ἅμα γενέσει ψυχήν τινα κατὰ μὲν τὰς ἀρχὰς φαῦλον εἶναι δύνασθαι, ὕστερον δέ ξποτε ἀνάλογον τῷ πιστεύοντι πιστεύειν καὶ ἐπὶ τοσοῦτον προκόπτειν, ὡς γενέσθαι αὐτὸν ἄγγελον ἕνα τῶν διὰ παντὸς βλεπόντων τὸ προσωπον τοῦ ἐν οὐρανοῖς πατρός. ἀρξάμενος ἀπὸ τοῦδε τοῦ χρόνου τῷ προγνωσθέντι κατὰ τόνδε τὸν χρόνον πιστεύειν καὶ προορισθέντι συζεύγνυται, τῶν ἀρρήτων κριμάτων τοῦ θεοῦ καὶ ἀνεξερευνήτων καὶ ἀβύσσοις ἐοικότων εἰκότως πᾶσαν τὴν τοιαύτην ἁρμονίαν συναγαγόντων ἀγγέλων πρὸς ἀνθρώπους. δυνατὸν δὲ καὶ ὥσπερ ἀνδρὸς καὶ γυναικὸς ἀμφοτέρων ἀπίστων, ὁτὲ μὲν ὁ ἀνὴρ πρότερονξ πιστεύσας τῷ χρόνῳ σώζει τὴν γυναῖκα, ὁτὲ δὲ ἡ γυνὴ ἀρξαμένη ὕστερόν ποτε πείθει τὸν ἄνδρα, οὕτω γίνεσθαι καὶ ἐπὶ τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, εἰ μὲν οὖν καὶ ἐπ’ ἄλλων γίνεται ἀγγέλων τὸ τοιοῦτον ἢ μή, καὶ αὐτὸς εξετάσεις. μήποτε δὲ οὐχ ἁρμόζει περὶ τοῦ ἑκάστου ἀγγέλου τὸ τοιοῦτο λέγειν, τοσοῦτον τετιμημένου κατὰ τὸν τοῦ σωτῆρος ἡμῶν λόγον, ὥστε διὰ παντὸς αὐτὸν βλέπειν λέγεσθαι τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς. ἐπεὶ δὲ ἐν τοῖς ἀνωτέρω ἐλέγομεν τῶν μὲν μικρῶν εἶναι τοὺς ἀγγέλους, διεληλυθέναι δὲ τὴν τοιαύτην τάξιν τοὺς μεγάλους, ἀντερεῖ τις ἡμῖν ἐκ τῶν Πράξεων τῶν ἀποστόλων, ἔνθα γέγραπται ὅτι Ῥόδη παιδίσκη τις τοῦ Πέτρου »κρούσαντος τὴν θύραν« προσῆλθεν ὑπακοῦσαι, »καὶ ἐπιγνοῦσα τῆν φωνὴν τοῦ Πέτρου«, εἰσδραμοῦσα »ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος«· θαυμάσαντες καὶ οἱ ἐν τῷ οἴκῳ συνηθροισμένοι καὶ ὡσπερεὶ ἀδύνατον εἶναι νομίσαντες τὸν Πέτρον ἀληθῶς ἑστηκέναι »ἔλεγον ὅτι ὁ ἄγγελος αὐτοῦ ἐστι«. φήσει γὰρ ὅτι ἅπαξ μαθόντες ἐκεῖνοι ἕκαστον τῶν πιστευόντων ἔχειν ἄγγελον τόνδε δινᾔδεισαν καὶ Πέτρου τινὰ εἶναι ἄγγελον. ὁ δὲ παριστάμενος οἷς προειρήκαμεν φήσει ὅτι οὐκ ἀναγκαῖον εἶναι δόγμα τὸν τῆς Ῥόδης λόγον, τάχα δὲ καὶ οὐκ ἠκριβωκότων πότε μὲν ὑπ’ ἀγγέλων τῳ ὡς μικρός τις καὶ φοβούμενος τὸν θεὸν οἰκονμεῖται, πότε δὲ ἤδη ὑπ’ αὐτῷ τῷ κυρίῳ. μετὰ ταῦτα εἰς κατασκευὴν τοῦ ὡς ἐξειλήφαμεν νοεῖσθαι τὸν μικρὸν λεχθησεται ὅτι οὐ δεύμεθα μὲν ἐντολῆς τῆς περὶ τοῦ μὴ καταφρονεῖν ἐπὶ τῶν μεγάλων ***,χρῄζομεν δὲ αὐτῆς ἐπὶ τῶν μικρῶν. διὸ οὐχ ἁπλῶς εἴρηται· μὴ καταφρονήσητε ἑνὸς τούτων, δεικνυμένων πάντων τῶν μαθητῶν, ἀλλ’ ἑνὸς τούτων τῶν μικρῶν, <μικρῶν> δεικνυμένων ὑπὸ τοῦ βλέποντος μικρότητα καὶ μεγαλότητα ψυχῆς.