Ancient Greek · ~7 min
Book 13
Origen, Commentarium In Evangelium Matthaei (Lib. 12-17) 13.29
Not analysed yet
Ἄλλος δ’ ἂν λέγοι μικρὸς ἐν τούτοις λέγεσθαι τὸν τέλειον συγχρώμενος τῷ »ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγς«, καὶ φήσει ὅτι ὁ ταπεινῶν ἑαυτὸν καὶ <γινόμενος μιμητὴς τοῦ ἑαυτὸν ταπεινώσαντος ὑπὲρ τῆς τῶν ἀνθρώπων σωτηρίας καὶ> γινόμενος νήπιος ἐν μέσῳ πάντων <τῶν> πιστευόντων (κἂν ἀπόστολος, κἂν κπίσκοπος ᾖ) καὶ γινόμενος τοιοῦτος »ὡς ἂν τροφὸς θάλπῃ τὰ ἑαυτῆς τέκνα«, οὗτός ἐστιν ὁ δεικνύμενος ὑπὸ τοῦ Ἰησοῦ μικρός, καὶ ἄξιόν γε τοῦ τοιούτου ἄγγελον εἶναι βλέποντα τὸ πρόσωπον τοῦ θεοῦ. τὸ γὰρ μικροὺς λέγειν ἐνταῦτθα τοὺς τελείους κατὰ τὸ »ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων, οὗτός ἐστι μέγας« καὶ ὡς ὁ Παῦλος εἶπεν τὸ »ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ἁγίων ἐδόθη ἡ χάρις αὕτη« δόξει μὴ συνᾴδειν τῷ »ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων« καὶ τῷ οὕτως οὐκ ἔστι θέλημα ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται εἷς τῶν μικρῶν τούτων. ὁ γὰρ ὡς ἀποδέδοται νῦν μικρὸς οὐ σκανδαλισθείη οὐδ᾿ ἀπόλοιτο ἄν· »εἰρήνη γὰρ πολλὴ τοῖς ἀγαπῶσι τὸ ὄνομα τοῦ θεοῦ, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον«. καὶ οὐκ ἂν ἀπόλοιτο ὁ πάντων μικρότερος ἐν πᾶσι τοῖς μαθηταῖς Χριστοῦ ὑπάρχων καὶ διὰ τοῦτο γινόμενος μέγας· καὶ ἐπεὶ οὐκ ἂν ἀπόλοιτο, λέγοι ἂν τὸ »τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης« καὶ τὰ ἑξῆς. ἀλλ᾿ ὁ βουλόμενος τὴν τελευταίαν ταύτην κρατεῖν διήγησιν φήσει, ὅτι μεταπτωτή ἐστι καὶ ἡ τοῦ δικαίου ψυχή, ὡς μαρτυρεῖ καὶ ὁ Ἰεζεκιὴλ λέγων τὸν δίκαιον ἀφίστασθαι δύνασθαι τῶν ἐντολῶν τοῦ θεοῦ, ὡς μὴ λογισθῆναι Αὐτῷ τὴν προτέραν δικαιοςύνην. διὰ Τοῦτο λέγεται· »ὃς ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων« καὶ τὸ οὐκ ἔστι θέλημα τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς, ἵνα ἀπόληται εἶς τῶν μικρῶν τούτων. Τὰ δὲ περὶ τῶν ἑκατὸν προβάτων ἔχεις εἰς τὰς κατὰ Λουκᾶν ὁμιλίας.